Kitap 8
32.34
λέγουσι γὰρ οὐκ ἀπροφάσιστον οὐδὲ παράλογον τὴν ὑπαγωγὴν ξυνενεχθῆναι τῷ Γότθων στρατῷ, ἀλλὰ Ῥωμαίων ἀκροβολιζομένων τινῶν βέλος ἐκ τοξεύματος τῷ Τουτίλᾳ ἐξαπιναίως ἐπιπεσεῖν, οὐκ ἐκ προνοίας τοῦ πέμψαντος, ἐπεὶ Τουτίλας ἐν στρατιώτου λόγῳ ὡπλισμένος τε καὶ παρατεταγμένος ὅπου δὴ τῆς φάλαγγος ἀπημελημένος εἱστήκει, οὐ βουλόμενος τοῖς πολεμίοις ἔνδηλος εἶναι, οὐδέ πη αὑτὸν ἐς ἐπιβουλὴν παρεχόμενος, ἀλλὰ τύχης τούτῳ ταῦτα σκευωρουμένης τινὸς καὶ ἰθυνάσης ἐπὶ τὸ τοῦ ἀνθρώπου σῶμα τὸν ἄτρακτον· καὶ αὐτὸν μὲν καιρίαν βληθέντα, ὡς ἔνι μάλιστα, περιώδυνον γεγενημένον ἔξω γενέσθαι τῆς φάλαγγος ξύν τε ὀλίγοις κατὰ βραχὺ ὀπίσω ἰέναι.
32.35
καὶ μέχρι μὲν ἐς Κάπρας ἀντέχοντα τῇ ταλαιπωρίᾳ τὸν ἵππον ἐλᾶν, ἐνταῦθα δὲ λειποψυχήσαντα τὸ λοιπὸν μεῖναι τὴν πληγὴν θεραπεύσοντα, οὐ πολλῷ τε ὕστερον αὐτῷ ἐπιγενέσθαι τὴν τέλειον ἡμέραν τοῦ βίου.
32.36
τὴν δὲ Γότθων στρατιὰν οὔτε ἄλλως ἀξιόμαχον τοῖς ἐναντίοις οὖσαν, ἀλλὰ καὶ ἀπομάχου σφίσι παρὰ δόξαν γεγενημένου τοῦ ἄρχοντος, ἐν θάμβει γενέσθαι, εἰ μόνος αὐτοῖς οὐκ ἐξ ἐπιβουλῆς τῶν πολεμίων ὁ Τουτίλας καιρίαν βληθείη, καὶ ἀπ’ αὐτοῦ περιφόβους τε καὶ ἀθύμους γεγενημένους ἔς τε ὀρρωδίαν ὅρον οὐκ ἔχουσαν καὶ ὑπαγωγὴν οὕτως αἰσχρὰν ἐμπεπτωκέναι. ἀλλὰ περὶ μὲν τούτων λεγέτω ἕκαστος ὅπη γινώσκει.
33.1
Ναρσῆς δὲ περιχαρὴς τοῖς ξυμπεπτωκόσι γενόμενος ἐπαναφέρων οὐκ ἀνίει ἐς τὸν θεὸν ἅπαντα, ὅπερ καὶ ὁ ἀληθὴς λόγος ἐγίνετο, τά τε ἐν ποσὶ διῳκεῖτο.