Thesauros Edebiyat Tarih Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι Procopius

Kitap 8

31.12 ὁ δὲ Κόκκας οὗτος εἷς τῶν Ῥωμαίων στρατιωτῶν ἐτύγχανεν ὢν τῶν παρὰ Τουτίλαν ἀπηυτομοληκότων τὰ πρότερα.
31.13 καί οἱ αὐτίκα τῶν τις Ναρσοῦ δορυφόρων ἀντίος ἔστη, Ἀρμένιος γένος, Ἀνζαλᾶς ὄνομα, καὶ αὐτὸς ἵππῳ ὀχούμενος.
31.14 ὁ μὲν οὖν Κόκκας ὁρμήσας πρῶτος ὡς τῷ δόρατι παίσων ἐπὶ τὸν πολέμιον ἵετο, καταστοχαζόμενος τῆς ἐκείνου γαστρός.
31.15 ὁ δ’ Ἀνζαλᾶς ἐξαπιναίως τὸν ἵππον ἐκκλίνας ἀνόνητον αὐτὸν κατεστήσατο γενέσθαι τῆς οἰκείας ὁρμῆς. ταύτῃ τε αὐτὸς ἐκ πλαγίου τοῦ πολεμίου γενόμενος ἐς πλευρὰν αὐτοῦ τὴν ἀριστερὰν τὸ δόρυ ὦσε.
31.16 καὶ ὁ μὲν ἐκ τοῦ ἵππου πεσὼν ἐς τὸ ἔδαφος νεκρὸς ἔκειτο· κραυγὴ δὲ ἀπὸ τοῦ Ῥωμαίων στρατοῦ ὑπερφυὴς ἤρθη, οὐδ’ ὣς μέντοι μάχης τινὸς οὐδέτεροι ἦρξαν.
31.17 Τουτίλας δὲ μόνος ἐν μεταιχμίῳ ἐγένετο, οὐ μονομαχήσων, ἀλλὰ τὸν καιρὸν τοῖς ἐναντίοις τοῦτον ἐκκρούσων. Γότθων γὰρ τοὺς ἀπολειπομένους δισχιλίους ἄγχιστά πη προσιέναι μαθὼν ἀπετίθετο ἐς τὴν αὐτῶν παρουσίαν τὴν ξυμβολήν, ἐποίει δὲ τάδε.
31.18 πρῶτα μὲν οὐκ ἀπηξίου τοῖς πολεμίοις ἐνδείκνυσθαι ὅστις ποτὲ εἴη. τήν τε γὰρ τῶν ὅπλων σκευὴν κατακόρως τῷ χρυσῷ κατειλημμένην ἠμπίσχετο καὶ τῶν οἱ φαλάρων ὁ κόσμος ἔκ τε τοῦ πίλου καὶ τοῦ δόρατος ἁλουργός τε καὶ ἄλλως βασιλικὸς ἀπεκρέματο θαυμαστος ὅσος.
31.19 καὶ αὐτὸς ὑπερφυεῖ ὀχούμενος ἵππῳ παιδιὰν ἐν μεταιχμίῳ ἔπαιζε τὴν ἐνόπλιον ἐπισταμένως. τόν τε γὰρ ἵππον ἐν κύκλῳ περιελίσσων, ἐπὶ θάτερά τε ἀναστρέφων αὖθις κυκλοτερεῖς πεποίητο δρόμους.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi