Thesauros Edebiyat Tarih Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι Procopius

Kitap 8

30.12 ὅπλων δὲ ὑμῖν γινέσθω καὶ ἵππων μηδεμία φειδώ, ὡς οὐκέτι χρησίμων ἐσομένων ὑμῖν. ἅπαντα γὰρ προκατατρίψασα τὰ ἄλλα ἡ τύχη, μόνην τῆς ἐλπίδος τὴν κεφαλὴν εἰς τὴν ἡμέραν ἐφύλαξε ταύτην.
30.13 τὴν εὐψυχίαν τοίνυν ἀσκεῖτε καὶ πρὸς εὐτολμίαν παρασκευάζεσθε. οἷς γὰρ ἐπὶ τριχὸς ἡ ἐλπίς, ὥσπερ τανῦν ὑμῖν, ἕστηκεν, οὐδὲ χρόνου τινὰ βραχυτάτην ῥοπὴν ἀναπεπτωκέναι ξυνοίσει.
30.14 παρεληλυθυίας γὰρ τῆς ἀκμῆς τοῦ καιροῦ ἀνόνητος ἡ σπουδὴ τὸ λοιπὸν γίνεται, κἂν διαφερόντως ὑπέρογκος ᾖ, οὐκ ἐνδεχομένης τῶν πραγμάτων τῆς φύσεως ἀρετὴν ἕωλον, ἐπεὶ παρελθούσης τῆς χρείας ἔξωρα καὶ τὰ ἐπιγινόμενα ἐπάναγκες εἶναι.
30.15 οἶμαι τοίνυν προσήκειν ὑμᾶς ἐπικαιριώτατα ἐν ἔργῳ λαβεῖν τὴν ἀγώνισιν, ὡς ἂν δυνήσεσθε καὶ τοῖς αὐτῆς ἀγαθοῖς χρῆσθαι. ἐξεπίστασθέ τε ὡς ἐν τῷ παρόντι ἀξιώλεθρος μάλιστα ἡ φυγὴ γίνεται.
30.16 φεύγουσι γὰρ ἄνθρωποι λιπόντες τὴν τάξιν οὐκ ἄλλου του ἕνεκα ἢ ὅπως βιώσονται· ἢν δὲ θάνατον ἡ φυγὴ προὖπτον ἐπάγεσθαι μέλλῃ, ὁ τὸν κίνδυνον ὑποστὰς τοῦ φυγόντος πολλῷ ἔτι μᾶλλον ἐν ἀσφαλεῖ ἔσται.
30.17 τοῦ δὲ τῶν πολεμίων ὁμίλου ὑπερφρονεῖν ἄξιον, ἐξ ἐθνῶν ξυνειλεγμένων ὅτι μάλιστα πλείστων. ξυμμαχία γὰρ πολλαχόθεν ἐρανισθεῖσα οὔτε τὴν πίστιν οὔτε τὴν δύναμιν ἀσφαλῆ φέρεται, ἀλλὰ σχοζομένη τοῖς γένεσι μερίζεται καὶ ταῖς γνώμαις εἰκότως.
30.18 μηδὲ γὰρ οἴεσθε Οὔννους τε καὶ Λαγγοβάρδας καὶ Ἐρούλους ποτέ, χρημάτων αὐτοῖς μεμισθωμένους οὐκ οἶδα ὁπόσων, προκινδυνεύσειν αὐτῶν ἄχρι ἐς θάνατον.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi