Thesauros Edebiyat Tarih Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι Procopius

Kitap 8

30.7 ταῖς ἀρεταῖς ἀντιτάσσεσθαι.” τοιαύτην μὲν ὁ Ναρσῆς τὴν παρακέλευσιν ἐποιήσατο. Καὶ Τουτίλας δὲ τεθηπότας. τὴν Ῥωμαίων στρατιὰν τούς οἱ ἑπομένους ὁρῶν ξυγκαλέσας καὶ αὐτὸς ἅπαντας ἔλεξε τάδε. “Ὑστάτην ὑμῖν παραίνεσιν ποιησόμενος ἐνταῦθα ὑμᾶς, ἄνδρες ξυστρατιῶται, ξυνήγαγον.
30.8 ἄλλης γάρ, οἶμαι, παρακελεύσεως μετὰ τήνδε τὴν ξυμβολὴν οὐκέτι δεήσει, ἀλλὰ τὸν πόλεμον ἐς ἡμέραν μίαν ἀποκεκρίσθαι ξυμβήσεται πάντως.
30.9 οὕτω γὰρ ἡμᾶς τε καὶ βασιλέα Ἰουστινιανὸν ἐκνενευρίσθαι τετύχηκε καὶ περιῃρῆσθαι δυνάμεις ἁπάσας, πόνοις τε καὶ μάχαις καὶ ταλαιπωρίαις ὡμιληκότας ἐπὶ χρόνου παμμέγεθες μῆκος, ἀπειρηκέναι τε πρὸς τὰς τοῦ πολέμου ἀνάγκας, ὥστε, ἢν τῇ ξυμβολῇ τῇ νῦν τῶν ἐναντίων περιεσόμεθα, οὐδαμῶς ἀναποδιεῖν τὸ λοιπὸν ἕξουσιν, ἢν δὲ ἡμεῖς τι προσπταίσωμεν ἐν ταύτῃ τῇ μάχῃ, ἐλπὶς οὐδεμία εἰς τὸ ἀναμαχήσεσθαι λελείψεται Γότθοις, ἀλλὰ τὴν ἧσσαν ἑκατέροις σκῆψιν ἐς τὴν ἡσυχίαν εὐπρόσωπον διαρκῶς ἕξομεν.
30.10 ἀπολέγοντες γὰρ ἄνθρωποι πρὸς τῶν πραγμάτων τὰ πονηρότατα ἐς αὐτὰ ἐπανιέναι οὐκέτι τολμῶσιν, ἀλλὰ καὶ σφόδρα ἴσως διωθουμένης αὐτοὺς ἐπὶ ταῦτα τῆς χρείας ταῖς γνώμαις ἀναχαιτίζονται, δεδισσομένης αὐτοῖς τὰς ψυχὰς τῆς τῶν κακῶν μνήμης.
30.11 τοσαῦτα, ὦ ἄνδρες, ἀκηκοότες ἀνδραγαθίζεσθε μὲν τῷ παντὶ σθένει, μηδεμίαν ἐς ἄλλον τινὰ χρόνον ἀποτιθέμενοι τῆς ψυχῆς ἀρετήν, ταλαιπωρεῖσθε δὲ ἀλκῇ τῇ πάσῃ, μηδὲ τὸ σῶμα ταμιευόμενοι ἐς κίνδυνον ἄλλον.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi