Kitap 8
29.18
τὰ δὲ δοράτια ἐπανατεινάμενοι ἔστησαν. εἶτα οἱ μὲν Γότθοι σπουδῇ ἐπιόντες ξυνταράξαντες αὑτοὺς ἤλαυνον, οἱ δὲ πεντήκοντα, τῶν τε ἀσπίδων τῷ ὠθισμῷ καὶ τῶν δορατίων τῇ ἐπιβολῇ πυκνοτάτῃ οὔσῃ καὶ οὐδαμῆ ξυγκεχυμένῃ ὡς καρτερώτατα τοὺς ἐπιόντας ἠμύνοντο, ἐξεπίτηδές τε πάταγον ταῖς ἀσπίσιν ἐποίουν, ταύτῃ μὲν τοὺς ἵππους ἀεὶ δεδισσόμενοι, τοὺς δὲ ἄνδρας ταῖς τῶν δορατίων αἰχμαῖς.
29.19
καὶ οἵ τε ἵπποι ἀνεχαιτίζοντο τῇ τε δυσχωρίᾳ καὶ τῶν ἀσπίδων τῷ πατάγῳ λίαν ἀχθόμενοι καὶ διέξοδον οὐδαμῆ ἔχοντες, οἵ τε ἄνδρες ἀπεκναίοντο, ἀνθρώποις τε οὕτω ξυμφραξαμένοις μαχόμενοι καὶ τρόπῳ οὐδενὶ εἴκουσι, καὶ ἵπποις ἐγκελευόμενοι ὡς ἥκιστα ἐπαΐουσιν. ἀποκρουσθέντες τε τὴν πρώτην ὀπίσω ἐχώρουν.
29.20
καὶ αὖθις ἀποπειρασάμενοι καὶ ταὐτὰ πάσχοντες ἀνεπόδιζον. πολλάκις τε οὕτως ἀπαλλάξαντες οὐκέτι ἠνώχλουν, ἀλλ’ ἑτέραν ἴλην Τουτίλας ἐς τὸ ἔργον τοῦτο ἀντικαθίστη.
29.21
ὧνπερ ὁμοίως τοῖς προτέροις ἀπαλλαγέντων ἕτεροι ἐς την πρᾶξιν καθίσταντο. πολλάς τε ἴλας ὁ Τουτίλας οὕτως ἀμείψας ἐπὶ πάσαις τε ἄπρακτος γεγονὼς εἶτα ἀπεῖπεν.
29.22
Οἱ μὲν οὖν πεντήκοντα κλέος ὑπὲρ ἀρετῆς ἀπήνεγκαν μέγα, δύο δὲ αὐτῶν διαφερόντως ἐν τῷ πόνῳ τούτῳ ἠρίστευσαν, Παῦλός τε καὶ ʼΑνσίλας, οἳ δὴ ἐκπεπηδηκότες τῆς φάλαγγος δήλωσιν ἀρετῆς μάλιστα πάντων πεποίηνται.
29.23
τοὺς μὲν γὰρ ἀκινάκας σπασάμενοι κατέθεντο εἰς τὸ ἔδαφος, τὰ δὲ τόξα ἐντεινάμενοι ἔβαλλον ἐπικαιριώτατα στοχαζόμενοι τῶν πολεμίων.