Thesauros Edebiyat Tarih Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι Procopius

Kitap 8

29.11 Ἦν γέ τι γεώλοφον ἐνταῦθα βραχύ, ὃ δὴ καταλαβεῖν ἀμφότεροι διὰ σπουδῆς εἶχον, ἐν ἐπιτηδείῳ σφίσιν οἰόμενοι κεῖσθαι, ὅπως τε βάλλειν τοὺς ἐναντίους ἐξ ὑπερδεξίων ἔχοιεν καὶ ὅτι χῶροι λοφώδεις, ᾗπέρ μοι δεδήλωται, ἐνταῦθά πη ἦσαν, ταύτῃ τοι κυκλώσασθαί τινας τὸ Ῥωμαίων στρατόπεδον κατὰ νώτου ἰόντας ἀμήχανον ἧν, ὅτι μὴ διὰ μιᾶς τινὸς ἀτραποῦ,
29.12 ἣ παρὰ τὸ γεώλοφον ἐτύγχανεν οὖσα. διὸ δὴ περὶ πλείονος αὐτὸ ποιεῖσθαι ἀμφοτέροις ἐπάναγκες ἦν, Γότθοις μέν, ὅπως ἐν τῇ ξυμβολῇ κυκλωσάμενοι τοὺς πολεμίους ἐν ἀμφιβόλῳ ποιήσονται, Ῥωμαίοις δέ, ὅπως δὴ ταῦτα μὴ πάθοιεν.
29.13 ἀλλὰ προτερήσας Ναρσῆς πεντήκοντα ἐκ καταλόγου πεζοὺς ἀπολέξας ἀωρὶ νύκτωρ ὡς καταληψομένους τε καὶ καθέξοντας αὐτὸ ἔστειλε.
29.14 καὶ οἱ μὲν οὐδενὸς σφίσι τῶν πολεμίων ἐμποδὼν ἱσταμένου ἐνταῦθα γενόμενοι ἡσυχῆ ἔμενον.
29.15 ἔστι δέ τις χειμάρρους τοῦ γεωλόφου ἐπίπροσθεν, παρὰ μὲν τὴν ἀτραπὸν ἧς ἄρτι ἐμνήσθην, τοῦ δὲ χώρου καταντικρὺ οὗ ἐστρατοπεδεύσαντο Γότθοι, οὗ δὴ οἱ πεντήκοντα ἔστησαν, ἐν χρῷ μὲν ξυνιόντες ἀλλήλοις, ἐς φάλαγγα δὲ ὡς ἐν στενοχωρίᾳ ξυντεταγμένοι.
29.16 Μεθ’ ἡμέραν δὲ τὸ γεγονὸς ἰδὼν Τουτίλας ἀπώσασθαι αὐτοὺς ἐν σπουδῇ εἶχεν. ἴλην τε ἱππέων εὐθὺς ἐπ’ αὐτοὺς ἔπεμψεν, ἐξελᾶν ὅτι τάχιστα ἐνθένδε αὐτοὺς ἐπιστείλας.
29.17 οἱ μὲν οὖν ἱππεῖς θορύβῳ τε πολλῷ καὶ κραυγῇ ἐπ’ αὐτοὺς ἵεντο, ὡς αὐτοβοεὶ ἐξαιρήσοντες, οἱ δὲ εἰς ὀλίγον ξυντεταγμένοι καὶ ταῖς μὲν ἀσπίσι φραξάμενοι,

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi