Thesauros Edebiyat Tarih Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι Procopius

Kitap 8

29.5 φέρει δὲ καὶ εἰς ἐμὲ μαρτύριον τοῦ ἔργου τούτου τὴν προσηγορίαν ὁ χῶρος καὶ διασώζει τῇ μνήμῃ τῶν Γάλλων τὸ πάθος, Βουσταγαλλώρων καλούμενος. βοῦστα γὰρ Λατῖνοι τὰ ἐκ τῆς πυρᾶς καλοῦσι λείψανα.
29.6 τύμβοι τε τῇδε γεώλοφοι τῶν νεκρῶν ἐκείνων παμπληθεῖς εἰσίν. Αὐτίκα δὲ στείλας ἐνθένδε Ναρσῆς τῶν οἱ ἐπιτηδείων τινὰς παραίνεσιν ἐπήγγελλε ποιεῖσθαι τῷ Τουτίλᾳ καταθέσθαι μὲν τὰ πολέμια, βουλεύεσθαι δὲ εἰρηναῖά ποτε, διαριθμουμένῳ ὅτι δὴ αὐτός, ἀνθρώπων ἄρχων ὀλίγων τέ τινων καὶ ὑπόγυον νόμῳ οὐδενὶ ξυνειλεγμένων, πάσῃ τῇ Ῥωμαίων ἀρχῇ ἐπὶ πλεῖστον διαμάχεσθαι οὐκ ἂν δύναιτο.
29.7 ἔφη δὲ αὐτοῖς καὶ τοῦτο, ὥστε δὴ αὐτόν, εἰ πολεμησείοντα ἴδοιεν, μελλήσει οὐδεμιᾷ ἐγκελεύεσθαι τακτὴν διορίσαι τινὰ ἡμέραν τῇ μάχῃ.
29.8 ἐπειδὴ γοῦν οἱ πρέσβεις οὗτοι τῷ Τουτίλᾳ ἐς ὄψιν ἦλθον, τὰ ἐπιτεταγμένα ἐποίουν. καὶ ὁ μὲν νεανιευόμενος ἐκομψεύετο ὡς τρόπῳ αὐτοῖς παντὶ πολεμητέον εἴη, οἱ δὲ ὑπολαβόντες “Ἀλλ̓, ὦ γενναῖε” ἔφασαν “ῥητόν τινα καιρὸν τῇ ξυμβολῇ τίθει.” καὶ ὃς αὐτίκα “ὀκτὼ ἡμερῶν ξυμμίξωμεν” ἔφη.
29.9 οἱ μὲν οὖν πρέσβεις παρὰ τὸν Ναρσῆν ἐπανήκοντες τὰ ξυγκείμενα σφίσιν ἐπήγγελλον, ὁ δὲ Τουτίλαν δολώσεις ὑποτοπάζων ἐπινοεῖν παρεσκευάζετο ὡς τῇ ὑστεραίᾳ μαχούμενος.
29.10 καὶ ἔτυχέ γε τῆς τῶν πολεμίων ἐννοίας. ἡμέρᾳ γὰρ τῇ ἐπιγενομένῃ αὐτάγγελος παντὶ τῷ στρατῷ παρῆν ὁ Τουτίλας. ἤδη δὲ ἀλλήλοις ἑκατεροι ἀντεκάθηντο, οὐ πλέον ἢ δυοῖν διέχοντες τοξευμάτων βολαῖν.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi