Thesauros Edebiyat Tarih Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι Procopius

Kitap 8

28.13 ὁδοῦ δὲ τῆς Φλαμηνίας ἐνθένδε ἀφέμενος ἐν ἀριστερᾷ ᾔει. Πέτρας γὰρ τῆς Περτούσης καλουμένης, ἧσπέρ μοι τὸ τοῦ ὀχυρώματος καρτερὸν χωρίου φύσει ἐν τοῖς ἔμπροσθεν δεδιήγηται λόγοις, κατειλημμένης τοῖς ἐναντίοις πολλῷ πρότερον, ἀπόρευτα Ῥωμαίοις καὶ παντάπασιν ἀδιέξοδα, ὅσα γε κατὰ τὴν Φλαμηνίαν ὁδόν, ὄντα ἐτύγχανεν. ὁδὸν οὖν ὁ Ναρσῆς διὰ ταῦτα τὴν ἐπιτομωτέραν ἀφεὶς τὴν βάσιμον ᾔει.
29.1 Τῷ μὲν οὖν Ῥωμαίων στρατῷ τά γε ἀμφὶ τῇ πορείᾳ ταύτῃ πη εἶχε. Τουτίλας δὲ πεπυσμένος ἤδη τὰ ἐν Βενετίαις ξυνενεχθέντα Τεΐαν μὲν τὰ πρῶτα καὶ τὴν ξὺν αὐτῷ στρατιὰν προσδεχόμενος ἐν τοῖς ἐπὶ Ῥώμης χωρίοις ἡσυχῆ ἔμενεν.
29.2 ἐπειδὴ δὲ παρῆσαν, μόνοι τε δισχίλιοι ἱππεῖς ἐλείποντο ἔτι, τούτους δὴ οὐκ ἀναμείνας ὁ Τουτίλας, ἀλλὰ παντὶ ἄρας τῷ ἄλλῳ στρατῷ ὡς τοῖς πολεμίοις ἐν ἐπιτηδείῳ ὑπαντιάσων ᾔει.
29.3 ἐν δὲ τῇ ὁδῷ ταύτῃ τά τε τῷ Οὐσδρίλᾳ συμπεπτωκότα καὶ Ἀρίμηνον τοὺς πολεμίους διαβεβηκέναι μαθών, ὅλην μὲν Τουσκίαν ἀμείψας, ἐν ὄρει δὲ τῷ Ἀπεννίνῳ καλουμένῳ γενόμενος, αὐτοῦ ἐνστρατοπεδευσάμενος, ἔμενεν ἄγχιστα κώμης ἥνπερ οἱ ἐπιχώριοι Ταγίνας καλοῦσιν.
29.4 ἥ τε Ῥωμαίων στρατιὰ Ναρσοῦ ἡγουμένου οὐ πολλῷ ὕστερον ἐν τῷ ὄρει καὶ αὐτοὶ τῷ Ἀπεννίνῳ ἐνστρατοπεδευσάμενοι ἔμενον, σταδίους ἑκατὸν μάλιστα τοῦ τῶν ἐναντίων στρατοπέδου διέχοντες, ἐν χωρίῳ ὁμαλῷ μέν, λόφους δὲ ἄγχιστά πη περιβεβλημένῳ πολλούς, ἵνα δή ποτε στρατηγοῦντα Ῥωμαίων Κάμιλλον τῶν Γάλλων ὅμιλον διαφθεῖραι μάχῃ νενικηκότα φασί.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi