Kitap 8
28.8
οὗ δὴ καὶ Οὐσδρίλας τινὰς ἐπαγαγόμενος ἱππέων ἦλθε, μή τι τῶν πρασσομένων αὐτὸν διαλάθοι. τῶν δέ τις Ναρσῇ ἐπισπομένων τὸ τόξον ἐντείνας ἐπ’ αὐτοὺς ἔβαλλεν, ἑνί τε τῶν ἵππων κατατυχὼν εὐθὺς ἔκτεινεν.
28.9
οἵ τε ἀμφὶ τὸν Οὐσδρίλαν τότε μὲν ἐνθένδε κατὰ τάχος ἀπαλλαγέντες ἐντὸς τοῦ περιβόλου ἐγένοντο, αὐτίκα δὲ καὶ ἄλλους ἐπαγαγόμενοι τῶν σφίσι μαχιμωτάτων διὰ πύλης ἑτέρας ἐπ’ αὐτοὺς ἵεντο, ὡς ἀπροσδόκητοί τε αὐτοῖς ἐπιπεσόντες καὶ τὸν Ναρσῆν διαχρησόμενοι αὐτίκα δὴ μάλα.
28.10
ἐπὶ θατερα γὰρ τοῦ ποταμοὗδιερευνώμενος τῇ στρατιᾷ τὴν διάβασιν’ ἤδη ἀφῖκτο. ἀλλὰ τῶν τινὲς Ἐρούλων τύχῃ αὐτοῖς τινὶ ἐνταῦθα ὑπαντιάσαντες κτείνουσί τε τὸν Οὐσδρίλαν, καὶ ὅστις ποτὲ ἦν ἐπιγνωσθέντα παρὰ Ῥωμαίου ἀνδρὸς τὴν κεφαλὴν ἀφαιρούμενοι, ἐς τὸ Ῥωμαίων στρατόπεδον ἦλθον, καὶ Ναρσῇ ἐπιδείξαντες τῇ προθυμίᾳ ἐπέρρωσαν πάντας, τεκμηριουμένους τῷ ξυμβεβηκότι τὰ ἐκ τοῦ θεοῦ Γότθοις πολέμια εἶναι· οἵ γε τῶν πολεμίων τῷ στρατηγῷ ἐνεδρεύσαντες αὐτοὶ οὐκ ἐξ ἐπιβουλῆς ἢ προνοίας τινὸς τὸν ἄρχοντα σφῶν ἐξαπιναίως ἀφῄρηντο.
28.11
Ναρσῆς δέ, καίπερ Οὐσδρίλα πεπτωκότος, ὃς τοῦ ἐν Ἀριμήνῳ φυλακτηρίου ἦρχε, πρόσω ἤπειγε τὸ στράτευμα. οὔτε γὰρ Ἀρίμηνον οὔτε ἄλλο τι χωρίον πρὸς τῶν πολεμίων ἐχόμενον ἐνοχλεῖν ἤθελεν, ὡς μή τις αὐτῷ τρίβοιτο χρόνος, μηδὲ τῷ παρέργῳ τῆς χρείας ἡ σπουδαιοτάτη διείργοιτο πρᾶξις.
28.12
τῶν δὲ πολεμίων ἅτε πεπτωκότος σφίσι τοῦ ἄρχοντος ἡσυχαζόντων τε καὶ οὐκέτι ἐμποδίων καθισταμένων ὁ Ναρσῆς ἀδεέστερον γεφύρᾳ τὸν ποταμὸν ζεύξας διεβίβασε πόνῳ οὐδενὶ τὸν στρατὸν ἅπαντα.