Thesauros Edebiyat Tarih Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι Procopius

Kitap 8

28.3 “Πάντα ταῖς φήμαις καταλαβόντες, τοῖς τε φάσμασιν ἤδη ξύμπασαν Ἰταλίαν συσχόντες καὶ ὀφρυάσαντες οὐχ ὅσα γε τὰ ἀνθρώπεια, ταύτῃ τε Γότθους, ὥσπερ οἴεσθε, δεδιξάμενοι, εἶτα κάθησθε νῦν ἐν Ῥαβέννῃ τῷ μὲν ἀποκεκρύφθαι ὡς ἥκιστα τοῖς πολεμίοις ἔνδηλοι, οἶμαι, ξυμφρουροῦντες ἔτι τὸ φρόνημα τοῦτο, βαρβάρων δὲ παμμίκτῳ ὁμίλῳ τὴν οὐδαμόθεν προσήκουσαν ὑμῖν κατατρίβοντες χώραν. ἀλλ’ ἀνάστητε ὅτι τάχιστα καὶ πολεμίων ἔργων τὸ λοιπὸν ἅπτεσθε, δείξατέ τε ὑμᾶς αὐτοὺς Γότθοις, μηδὲ ἀναρτήσητε μακροτέραις ἐλπίσιν ἡμᾶς,
28.4 προσδεχομένους ἐκ παλαιοῦ τὸ θέαρα.” ἡ μὲν γραφὴ τοσαῦτα ἐδήλου. Ἐπειδὴ δὲ ταῦτα Ναρσῆς ἀπενεχθέντα εἶδε, Γότθων τῆς ἀλαζονείας γελάσας, καθίστατο εὐθὺς παντὶ τῷ στρατῷ ἐς τὴν ἔξοδον, φρουρὰν ξὺν Ἰουστίνῳ ἐν Ῥαβέννῃ ἀπολιπών.
28.5 γενόμενοί τε πόλεως Ἀριμίνου ἄγχιστα, εὗρον οὐκ εὐπετῆ σφίσι τὸ ἐνθένδε τὴν δίοδον οὖσαν, Γότθων περιῃρηκότων τὴν ἐκείνῃ γέφυραν οὐ πολλῷ πρότερον.
28.6 ὁ γὰρ ποταμὸς ὁ τὴν Ἀρίμινον παραρρέων ἀνδρὶ μὲν ἀόπλῳ ἑνὶ πεζῇ ἰόντι μόλις διαβατὸς γίνεται διὰ τῆς γεφύρας πόνῳ τε καὶ ταλαιπωρίᾳ πολλῇ, καὶ ταῦτα μηδενὸς ἐνοχλοῦντος ἢ τὴν δίοδον ἀναστέλλοντος· πλήθει δὲ ἀνθρώπων καὶ διαφερόντως ἐξωπλισμένων, ἄλλως τε καὶ πολεμίων ἀντιστατούντων, τρόπῳ ὁτῳοῦν ἐνταῦθα διαπορθμεύσασθαι ἀδύνατά ἐστι.
28.7 διόπερ ὁ Ναρσῆς ἐν τῷ γεφύρας χώρῳ γενόμενος ξὺν ὀλίγοις τισὶν ἀπορούμενος ἐπὶ πλεῖστον διεσκοπεῖτο ὁπόθεν ἄν ποτε πόρον τινὰ τῷ πράγματι εὕροι.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi