Thesauros Edebiyat Tarih Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι Procopius

Kitap 8

27.26 πέμψας παρὰ τὸν Αὐδουὶν ἐξῃτεῖτο τὸν Ἐλεμούνδου υἱὸν Οὐστρίγοτθον, ἐπὶ τὴν ὁμοίαν αὐτῷ ἁμαρτάδα ὁρμῶν, τῶν τε ἱκετῶν ἀνταλλάσσεσθαι τὴν προδοσίαν παρακαλῶν.
27.27 τῇ γὰρ τῆς ἐμφεροῦς ἀτοπίας ὀκνήσει τὴν ἐπίταξιν αὐτῶν ἀναχαιτίσειν ἐλπίδα εἶχεν, ἀλλ Ἄὐδουὶν αὐτὸν μηδεμιᾷ μελλήσει τῇ παρανομίᾳ καὶ ὁμολογίᾳ λήψεσθαι.
27.28 τούτων τε αὐτοῖς δεδογμένων ἐξεπιστάμενοι ὡς οὔτε Λαγγοβάρδαι οὔτε Γήπαιδες ἐθέλουσι τοῦ μιάσματος μεταλαχεῖν σφίσιν, ἐς μὲν τὸ ἐμφανὲς οὐδὲν ἔδρασαν, ἑκάτερος δὲ δόλῳ τὸν θατέρου ἐχθρὸν ἔκτεινεν.
27.29 ὅντινα μέντοι τρόπον, ἀφίημι λέγειν· οὐ γὰρ ὁμολογοῦσιν ἀλλήλοις οἱ ἀμφ’ αὐτοῖν λόγοι, ἀλλὰ κατὰ πολὺ διαλλάσσουσιν οἷά γε τῶν πραγμάτων τὰ λαθραιότατα. τὰ μὲν οὖν κατὰ Ἰλδιγισὰλ καὶ Οὐστρίγοτθον ἐς τοῦτο ἐτελεύτα.
28.1 Τοῖς δὲ ἀμφὶ Ναρσῆν ἀφικομένοις ἐς Ῥάβενναν πόλιν ἀνεμίγνυντο Βαλεριανὸς καὶ Ἰουστῖνος οἱ στρατηγοί, καὶ εἴ τι ἄλλο στράτευμα Ῥωμαίων ταύτῃ ἐλέλειπτο.
28.2 ἐπειδὴ δὲ αὐτοῖς ἐννέα ἡμερῶν χρόνος ἐς Ῥάβενναν ἐτέτριπτο, Οὐσδρίλας, Γότθος ἀνήρ, διαφερόντως ἀγαθὸς τὰ πολέμια, τοῦ ἐν Αριμίνῳ φυλακτηρίου ἄρχων, πρὸς Βαλεριανὸν ἔγραψε τάδε·

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi