Thesauros Edebiyat Tarih Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι Procopius

Kitap 8

27.19 Ἐτύγχανε δὲ καί τις ἐκ Γηπαίδων, Οὐστρίγοτθος ὄνομα, ἐς Λαγγοβάρδας φυγὼν τρόπῳ τοιῷδε. Ἐλεμοῦνδος μὲν ὁ Γηπαίδων γεγονὼς βασιλεὺς οὐ πολλῷ ἔμπροσθεν ἐξ ἀνθρώπων ἠφάνιστο νόσῳ, τούτου δή οἱ μόνου τοῦ Οὐστριγότθου ἀπολελειμμένου παιδός, ὅνπερ ὁ Θορισὶν βιασάμενος ʽμειράκιον γὰρ ἦν ἔτἰ τὴν ἀρχὴν ἔσχε.
27.20 διὸ δὴ ὁ παῖς οὐκ ἔχων τὸν ἠδικηκότα καθ’ ὅ τι ἀμύνηται, ἐξ ἠθῶν ἀναστὰς τῶν πατρίων ἐς Λαγγοβάρδας Γήπαισι πολεμίους ὄντας ἀπιὼν ᾤχετο.
27.21 ἐγένοντο δὲ Γήπαισιν ὀλίγῳ ὕστερον πρός τε βασιλέα Ἰουστινιανὸν καὶ τὸ Λαγγοβαρδῶν ἔθνος διαλλαγαί, ὁρκίοις τε ἀλλήλους δεινοτάτοις κατέλαβον ἦ μὴν τὸ λοιπὸν φιλίαν τὴν ἐς ἀλλήλους ἀπέραντον διασώσασθαι.
27.22 ἐπειδή τε αὐτοῖς τὰ ἐς τὰς διαλλαγὰς βεβαιότατα ξυνετελέσθη, βασιλεύς τε Ἰουστινιανὸς καὶ Αὐδουὶν ὁ τῶν Λαγγοβαρδῶν ἡγούμενος παρὰ Θορισὶν τὸν Γηπαίδων ἄρχοντα πέμψαντες τὸν Ἰλδιγισὰλ ἅτε κοινὸν ἐχθρὸν ἐξῃτοῦντο, τὴν ἐς τὸν ἱκέτην τὸν αὐτοῦ προδοσίαν δεόμενοι δήλωσιν τῆς ἐς αὐτοὺς φιλίας ποιήσασθαι πρώτην.
27.23 Καὶ ὃς τοῖς Γηπαίδων λογίοις κοινολογησάμενος τὰ παρόντα σπουδῇ ἀνεπυνθάνετο εἰ ποιητέα οἱ τὰ πρὸς τοῖν βασιλέοιν αἰτούμενα εἴη.
27.24 οἱ δὲ ἄντικρυς μὴ ποιήσειν ἀπεῖπον, κρεῖσσον ἀπισχυρισάμενοι εἶναι Γηπαίδων τῷ ἔθνει αὐταῖς τε γυναιξὶ καὶ γόνῳ παντὶ διολωλέναι αὐτίκα δὴ μάλα ἢ ἀνοσίοις ἐπ’ ἀσεβήματι γενέσθαι τοιούτῳ.
27.25 ταῦτα ἀκούσας ὁ Θορισὶν ἐς ἀμηχανίαν ἐξέπιπτεν. οὔτε γὰρ ἀκουσίων τῶν ἀρχομένων ἐπιτελέσαι τὸ ἔργον εἶχεν οὔτε ἀνακυκλεῖν πόλεμον, πόνῳ τε καὶ χρόνῳ πεπαυμένον πολλῷ, πρός τε Ῥωμαίους καὶ Λαγγοβάρδας ἔτι ἤθελεν. ὕστερον μέντοι ἐπενόει τάδε.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi