Thesauros Edebiyat Tarih Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι Procopius

Kitap 8

26.15 καὶ ἀπ’ αὐτοῦ πολλοὶ ἐν τοῖς ἔμπροσθεν χρόνοις ἄρχοντές τε καὶ στρατιῶται εὐεργέτου αὐτοῦ ἔτυχον.
26.16 ἐπεὶ οὖν ἀποδέδεικτο στρατηγὸς ἐπὶ Τουτίλαν τε καὶ Γότθους, ὡς ἀσμενέστατα ἕκαστοι στρατεύεσθαι ὑπ’ αὐτῷ ἤθελον, οἱ μὲν ἐκτίνειν οἱ ἐθέλοντες παλαιὰς χάριτας, οἱ δὲ καραδοκοῦντες, ὡς τὸ εἰκός, μεγάλων ἀγαθῶν παρ’ αὐτοῦ τεύξεσθαι.
26.17 μάλιστα δὲ αὐτῷ Ἔρουλοί τε καὶ οἱ ἄλλοι βάρβαροι εὐνοϊκῶς εἶχον, διαφερόντως πρὸς τοῦ ἀνθρώπου εὖ πεπονθότες.
26.18 Ἐπειδὴ δὲ Βενετίων ὡς ἀγχοτάτω ἐγένοντο, παρὰ τῶν Φράγγων τοὺς ἡγεμόνας, οἳ τῶν ἐκείνῃ φυλακτηρίων ἦρχον, ἄγγελον στείλας ᾐτεῖτο τὴν δίοδον σφίσιν ἅτε φίλοις οὖσι παρέχεσθαι.
26.19 οἱ δὲ τοῦτο Ναρσῇ ἐπιτρέψειν οὐδεμιᾷ μηχανῇ ἔφασαν, ἐς μὲν τὸ ἐμφανὲς τὴν αἰτίαν οὐκ ἐξενεγκόντες, ἀλλ’ ὡς ἔνι μάλιστα κατακρυψάμενοι, τοῦ Φράγγων ἕνεκα ξυμφόρου ἢ τῆς ἐς τοὺς Γότθους εὐνοίας τὴν κωλύμην ποιεῖσθαι, σκῆψιν δέ τινα οὐ λίαν εὐπρόσωπον δόξασαν εἶναι προβεβλημένοι, ὅτι δὴ Λαγγοβάρδας τοὺς σφίσι πολεμιωτάτους οὗτος ἐπαγόμενος ᾕκει.
26.20 ἐπὶ τούτοις διαπορουμένῳ τὴν ἀρχὴν τῷ Ναρσῇ καὶ Ἰταλῶν τῶν οἱ παρόντων ἀμφὶ τῷ πρακτέῳ πυνθανομένῳ ἐσήγγλόν τινες ὡς εἰ καὶ Φράγγοι παρήσουσι σφᾶς τήνδε τὴν δίοδον ποιεῖσθαι, ἀλλ’ ἐς Ῥάβενναν ἐνθένδε κομίζεσθαι οὐδαμῆ ἕξουσιν, οὐδὲ τὴν πορείαν ταύτην ποιεῖσθαι ὅτι μὴ ἄχρι ἐς πόλιν Βερώνην.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi