Thesauros Edebiyat Tarih Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι Procopius

Kitap 8

25.25 οὔτι ἐθελουσίως σφᾶς τε αὐτοὺς καὶ τὴν πόλιν οὐ πολλῷ ὕστερον τοῖς πολεμίοις ἐνδώσουσιν. οὐδεὶς δὲ ἐνθένθε αὐτοῖς ἐπικουρήσων ἦλθε. καὶ ὁ χειμὼν ἔληγε, καὶ τὸ ἑπτακαιδέκατον ἔτος ἐτελεύτα τῷ πολέμῳ τῷδε ὃν Προκόπιος ξυνέγραψε.
26.1 Βασιλεὺς δὲ μαθὼν τὰ ἐν Κρότωνι πρασσόμενα πέμψας ἐς τὴν Ἑλλάδα ἐκέλευε τοὺς ἐν Θερμοπύλαις φρουροὺς ἔς τε τὴν Ἰταλίαν πλεῖν κατὰ τάχος καὶ τοῖς ἐν Κρότωνι πολιορκουμένοις βοηθεῖν δυνάμει τῇ πάσῃ.
26.2 οἱ δὲ κατὰ ταῦτα ἐποίουν· ἄραντές τε σπουδῇ πολλῇ καὶ πνεύματος ἐπιφόρου ἐπιτυχόντες ἀπροσδόκητοι τῷ Κροτωνιατῶν λιμένι προσέσχον. οἵ τε βάρβαροι ἐξαπιναίως τὸν στόλον ἰδόντες αὐτίκα δὴ μάλα ἐς δέος μέγα ἐμπεπτωκότες θορύβῳ πολλῷ τὴν πολιορκίαν διέλυσαν.
26.3 καὶ αὐτῶν οἱ μέν τινες ναυσὶν ἐς τὸν Ταραντηνῶν λιμένα διέφυγον, οἱ δὲ πεζῇ ἰόντες ἐς ὄρος τὸ Σκύλαιον ἀνεχώρησαν. ἃ δὴ ξυνενεχθέντα πολλῷ ἔτι μᾶλλον ἐδούλωσε Γότθων τὸ φρόνημα.
26.4 καὶ ἀπ’ αὐτοῦ Ῥάγναρίς τε, Γότθος ἀνὴρ δόκιμος μάλιστα, ὃς τοῦ ἐν Ταραντηνοῖς φυλακτηρίου ἦρχε, καὶ Μόρας, ὅσπερ ἐφειστήκει τοῖς ἐν Ἀχεροντίᾳ φρουροῖς, Πακουρίῳ τῷ Περανίου τῶν ἐν Δρυοῦντι Ῥωμαίων ἄρχοντι, γνώμῃ τῶν σφίσιν ἑπομένων, ἐς λόγους ἦλθον, ἐφ’ ᾧ δὴ ἀμφὶ τῇ σωτηρίᾳ τὰ πιστὰ πρὸς Ἰουστινιανοῦ βασιλέως λαβόντες Ῥωμαίοις σφᾶς αὐτοὺς ἐγχειρίσουσι ξὺν τοῖς ἑπομένοις καὶ τὰ ὀχυρώματα ὧνπερ ἐπὶ τῇ φυλακῇ καταστάντες ἐτύγχανον. ἐπὶ ταύτῃ μὲν οὖν τῇ ὁμολογίᾳ Πακούριος ἐπὶ Βυζαντίου κομίζεται.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi