Thesauros Edebiyat Tarih Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι Procopius

Kitap 8

25.15 Αὐδουίν τε, ὁ τῶν Λαγγοβαρδῶν βασιλεύς, τῶν οἱ ἑπομένων τινὰς ἐς Βυζάντιον πέμψας εὐαγγέλια μὲν Ἰουστινιανῷ βασιλεῖ ἐδήλου, νενικημένων τῶν πολεμίων, ἐμέμφετο δὲ οὐ παραγενέσθαι οἱ κατὰ τὸ ξυμμαχικὸν τὸν τοῦ βασιλέως στρατόν, καίπερ Λαγγοβαρδῶν τοσούτων τὸ πλῆθος ἔναγχος ἐσταλμένων ἐφ’ ᾧ Ναρσῇ ξυστρατεύσωσιν ἐπὶ Τουτίλαν τε καὶ Γότθους. ταῦτα μὲν οὖν ἐφέρετο τῇδε.
25.16 Ἐν τούτῳ δὲ τῷ χρόνῳ σεισμοὶ κατὰ τὴν Ἑλλάδα ἐπιπεσόντες ἐξαίσιοι τήν τε Βοιωτίαν καὶ Ἀχαίαν καὶ τὰ περὶ κόλπον τὸν Κρισαῖον κατέσεισαν.
25.17 καὶ χωρία μὲν ἀνάριθμα, πόλεις δὲ ὀκτὼ ἐς ἔδαφος καθεῖλον, ἐν ταῖς Χαιρώνειά τε καὶ Κορώνεια ἦν καὶ Πάτραι καὶ Ναύπακτος ὅλη, ἔνθα δὴ καὶ φόνος γέγονεν ἀνθρώπων πολύς.
25.18 καὶ χάος δὲ ʽτῆς γῆς πολλαχῆ ἀποσχισθείσησ̓ γεγένηται. τὰ δὲ διαιρεθέντα ἔνια μὲν αὖθις ἐς ταὐτὸ ξυνιόντα τὸ πρότερον τῇ γῇ σχῆμά τε καὶ εἶδος ἀπέδωκεν, ἔστι δὲ οὗ καὶ διεστηκότα μεμένηκεν· ὥστε οὐδὲ ἀλλήλοις ἐπιμίγνυσθαι οἱ τῇδε ἄνθρωποί εἰσι δυνατοὶ ὅτι μὴ περιόδοις πολλαῖς χρώμενοι.
25.19 ἐν δέ γε τῷ πορθμῷ ὅνπερ μεταξὺ Θεσσαλίας τε καὶ Βοιωτίας ξυμβαίνει εἶναι, γέγονέ τις ἐκ τοῦ αἰφνιδίου τῆς θαλάσσης ἐπιρροὴ ἀμφί τε πόλιν τὴν Ἐχιναίων καλουμένην καὶ τὴν ἐν Βοιωτοῖς Σκάρφειαν.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi