Thesauros Edebiyat Tarih Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι Procopius

Kitap 8

24.17 λέγω δὲ ὅπως βεβαιότατα μὲν διασώζητε τὴν ὑπάρχουσαν ὑμῖν εὐπραξίαν, συγχωρήσητε δὲ Ῥωμαίους ἔχειν τὰ αὐτῶν ἴδια·
24.18 τοὺς γὰρ δύναμιν περιβεβλημένους μεγάλην καὶ βραχέων τινῶν οὐχ ὁσία κτῆσις ἀφαιρεῖσθαι πολλάκις τὰ παρόντα αὐτοῖς ἐκ παλαιοῦ ἀγαθὰ ἴσχυσεν, ἐπεὶ τὸ εὔδαιμον τῷ ἀδίκῳ ἐς ταὐτὸ ξυνιέναι οὐδαμῆ εἴωθε, καὶ μὴν καὶ ὅπως ἡμῖν τὸν πρὸς Τουτίλαν ξυνδιενέγκητε πόλεμον, τὴν τοῦ πατρὸς ὑποτελοῦντες ὁμολογίαν.
24.19 τοῦτο γὰρ ἂν πρέπον γνησίοις παισὶ πάντων μάλιστα, ἐπανορθοῦν μέν, εἴ τι τοῖς γειναμένοις ἡμαρτῆσθαι ξυμβαίνει, περιστέλλειν δὲ καὶ κρατύνεσθαι ὅσα δὴ αὐτοῖς ἄριστα εἴργασται.
24.20 ἐπεὶ καὶ τῶν ἀνθρώπων ταῦτα διαφερόντως εὐκτὰ τοῖς συνετωτάτοις ἂν εἴη, ὅπως δὴ αὐτῶν τὰ μὲν τῶν ἐπιτηδευμάτων ἄριστα οἱ παῖδες ζηλοῖεν, εἰ δέ τι αὐτοῖς οὐκ ὀρθῶς πέπρακται, μὴ ὑπ’ ἄλλου του τὸ τοιοῦτον ἢ ὑπὸ τῶν παίδων ἄμεινον ἔσεσθαι.
24.21 καίτοι ἐχρῆν ὑμᾶς ἀκλήτους Ῥωμαίοις πόλεμον τόνδε ξυνάρασθαι. πρὸς Γότθους γὰρ ἡμῖν ὁ ἀγών ἐστιν, οἳ τὸ ἐξ ἀρχῆς ὲχθροί τε καὶ ὅλως ἄπιστοι γεγόνασι Φράγγοις, ἄσπονδά τε αὐτοῖς καὶ ἀκήρυκτα πολεμοῦντες τὸν πάντα αἰῶνα.
24.22 οἳ δὴ νῦν μὲν δέει τῷ ἐξ ἡμῶν οὐκ ἀπαξιοῦσι κολακικοὶ ἐς ὑμᾶς εἶναι· εἰ δέ ποτε ἡμῶν ἀπαλλαγεῖεν, οὐκ ἐς μακρὰν τὴν ἐς Φράγγους ἐνδείξονται γνώμην.
24.23 πονηροὶ γὰρ ἄνθρωποι τὸν αὑτῶν τρόπον ἀμείβειν μὲν οὐκ εὐτυχοῦντες, οὐ πράσσοντες κακῶς δύνανται, ἀποκρύπτειν δὲ αὐτὸν ἐκ τοῦ ἐπὶ πλεῖστον ἐν κακοπαθείαις εἰώθασιν, ἄλλως τε ἢν καὶ τῶν πέλας τινὸς δέωνται, τῆς χρείας αὐτοὺς συγκαλύπτειν ἀναγκαζούσης τὴν μοχθηρίαν.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi