Kitap 8
24.4
πολλάκις γὰρ ἐς αὐτὸν πρέσβεις ὁ Τουτίλας ἐτύγχανε πέμψας. οἵ, ἐπεὶ ἐς ὄψιν Ἰουστινιανῷ βασιλεῖ ἦλθον, ἀνεδίδαξαν μὲν ὡς τῆς Ἰταλίας τὰ μὲν πολλὰ κατέλαβον Φράγγοι, ἡ δὲ λοιπὴ ἔρημος ἀνθρώπων τῷ πολέμῳ ἐπὶ πλεῖστον γεγένηται, Σικελίας δὲ καὶ Δαλματίας, αἵπερ ἀκραιφνεῖς διέμειναν μόναι, Ῥωμαίοις ἐξίστανται Γότθοι, δασμοὺς δὲ καὶ φόρους ὑπὲρ τῆς ἐρήμου ἀποφέρειν ὁμολογοῦσιν ἀνὰ πᾶν ἔτος καὶ συμμαχήσειν ἐφ’ οὓς ἂν βασιλεὺς βούλοιτο καὶ τὰ ἄλλα κατήκοοι αὐτῷ ἔσεσθαι·
24.5
ἀλλὰ βασιλεὺς μάθησιν οὐδεμίαν τῶν λεγομένων ποιούμενος τοὺς πρέσβεις ἅπαντας ἀπεπέμπετο, πρὸς τὸ Γότθων ὄνομα χαλεπῶς ἔχων, ἄρδην τε αὐτὸ τῆς Ῥωμαίων ἀρχῆς ἐξελάσαι διανοούμενος. ταῦτα μὲν οὖν τῇδε ξυνηνέχθη γενέσθαι.
24.6
Θευδίβερτος δέ, ὁ Φράγγων ἀρχηγός, οὐ πολλῷ ἔμπροσθεν ἐξ ἀνθρώπων ἠφάνιστο νόσῳ, Λιγουρίας τε χωρία ἄττα καὶ Ἄλπεις Κουτίας καὶ Βενετιῶν τὰ πολλὰ οὐδενὶ λόγῳ ἐς ἀπαγωγὴν φόρου ὑποτελῆ ποιησάμενος.
24.7
τὴν γὰρ ἀσχολίαν τῶν μαχομένων οἰκείαν οἱ Φράγγοι εὐκαιρίαν πεποιημένοι τοῖς ἐκείνων περιμαχήτοις αὐτοὶ ἀκινδύνως ἐπλούτουν.
24.8
καὶ Γότθοις μὲν πολίσματα ὀλίγα ἐν Βενετίοις διέμεινε, τά τε ἐπιθαλασσίδια χωρία Ῥωμαίοις· τὰ δὲ ἄλλα ὑποχείρια σφίσιν ἅπαντα πεποίηνται Φράγγοι.
24.9
Ῥωμαίων τε καὶ Γότθων πόλεμον τόνδε ᾗπέρ μοι εἴρηται πρὸς ἀλλήλους διαφερόντων καὶ πολεμίους οὐ δυναμένων ἐπικτᾶσθαι καινούς, Γότθοι τε καὶ Φράγγοι ἐς λόγους ἀλλήλοις ξυνίασι, καὶ ξυνέκειτο, μέχρι μὲν ἂν Γότθοι πρὸς Ῥωμαίους τὸν πόλεμον διαφέροιεν, ἔχοντας ἑκατέρους ὧνπερ ἐγένοντο ἐγκρατεῖς ἡσυχῆ μένειν, μηδέν τε σφίσι πρὸς ἀλλήλους πολέμιον εἶναι.