Kitap 8
23.32
εἴκασεν ἄν τις φορμηδὸν αὐτοῖς τὰ τῶν πλοίων ἰκρία ξυγκεῖσθαι. καὶ οὐδὲ τοξεύειν ἐς τῶν ἐναντίων τοὺς διεστῶτας ἠδύναντο, ὅτι μὴ ὀψέ τε καὶ μόλις, οὐδὲ ξίφεσιν ἢ δόρασι χρῆσθαι, ἡνίκα ἂν σφίσιν ἐγκειμένους αὐτοὺς ἴδοιεν, ἀλλὰ κραυγῇ τε καὶ ὠθισμῷ ἐν σφίσιν αὐτοῖς διηνεκῶς εἴχοντο, ξυγκρούοντές τε ἀεὶ ἐς ἀλλήλους καὶ τοῖς κοντοῖς αὖθις διωθούμενοι οὐδενὶ κόσμῳ, καὶ πὴ μὲν συμφύροντες τῇ στενοχωρίᾳ τὸ μέτωπον, πὴ δὲ ἀποφοιτῶντες πολλῷ ἄποθεν ἐπὶ πονηρῷ τῶν σφετέρων ἑκάτεροι.
23.33
τάς τε παρακελεύσεις αὐτῶν ἕκαστος ἐς τοὺς ἄγχιστα ὄντας ξὺν ὀλολυγῇ πολλῇ ἐποιοῦντο, οὐκ ἐπὶ τοὺς πολεμίους, ἀλλ’ ὅπως τὰς διαστάσεις αὐτοὶ ἀπ’ ἀλλήλων ἐργάζωνται.
23.34
ἠσχολημένοι τε τῇ ἐς ἀλλήλους ἀμηχανίᾳ τῆς κατὰ σφῶν νίκης αἰτιώτατοι τοῖς πολεμίοις ἐγίνοντο. Οἱ δὲ Ῥωμαῖοι ἀνδρείως μὲν τὰ ἐς τὴν ξυμβολήν, ἐμπείρως δὲ τὰ ἐς τὴν ναυμαχίαν διαχειρίζοντες, τά τε πλοῖα μετωπηδὸν στήσαντες, καὶ οὔτε κατὰ πολὺ διεστῶτες ἀλλήλων οὔτε μὴν ἄγχιστα ξυνιόντες περαιτέρω τῆς χρείας, ἀλλὰ συμμέτρους ἀεὶ τάς τε ξυνόδους καὶ διαστάσεις ποιούμενοι, ἢν μὲν ναῦν πολεμίαν ἀποσκεδαννυμένην τῶν ἄλλων θεῷντο, κατέδυον ἐμβάλλοντες οὐδενὶ πόνῳ, εἰ δέ που ξύγχυσιν ἐς τῶν πολεμίων τινὰς ἴδοιεν, ἐνταῦθα τά τε τοξεύματα συχνὰ ἔπεμπον καὶ ἡνίκα σφίσιν ἐπιπέσοιεν, ἀτάκτοις οὖσι καὶ συντριβέσι γεγενημένοις τῷ τῆς ἀταξίας καμάτῳ,