Kitap 8
23.27
ἐπεὶ τῷ προϊέναι τὸ θάρσος ἄοκνον γίνεται. ἐπὶ πολὺ δὲ ἀνθέξειν αὐτοὺς ἀνδραγαθιζομένοις ὑμῖν μηδαμῶς οἴεσθε. φρόνημα γὰρ τῇ δυνάμει τῶν αὐτῷ χρωμένων μὴ συμμετρούμενον πρὸ μὲν τοῦ ἔργου ἐπαιρόμενον ἐν ἀκμῇ φαινεται, ἀρξαμένης δὲ τῆς ξυμβολῆς καταρρεῖν εἴωθεν.
23.28
ὅτε τοίνυν ταῦτα οὕτως ἔχει, ἀναμνήσθητε μὲν ὅντινα τρόπον οἱ πολέμιοι πολλάκις ἀποπειρασάμενοι τῆς ἀρετῆς τῆς ὑμετέρας ἀπήλλαξαν, ἐκλογίζεσθε δὲ ὡς οὐκ ἀμείνους ἐκ τοῦ αἰφνιδίου γεγενημένοι ἐφ’ ἡμᾶς ὥρμηνται, ἀλλὰ τὰ παραπλήσια τοῖς προλαβοῦσι τετολμηκότες, τὴν ὁμοίαν καὶ νῦν κληρώσονται τύχην.”
23.29
Τοσαῦτα καὶ οἱ τῶν Γότθων ἄρχοντες παρακελευσάμενοι καὶ τοῖς πολεμίοις ὑπαντιάσαντες μελλήσει οὐδεμιᾷ ἐς χεῖρας ἦλθον. ἦν τε ἡ ναυμαχία ἐσάγαν ἰσχυρά, πεζομαχίᾳ ἐμφερὴς οὖσα.
23.30
τάς τε γὰρ ναῦς μετωπηδὸν ἀντιπρώρους ταῖς τῶν ἐναντίων ἑκάτεροι στήσαντες τὰ τοξεύματα ἐς ἀλλήλους ἀφίεσαν, καὶ αὐτῶν ὅσοι ἀρετῆς τι μετεποιοῦντο, ἄγχιστά πη ἀλλήλων γινόμενοι ἐν χρῷ τε ξυνιόντες ἀπὸ τῶν καταστρωμάτων ξυνέμισγον, ξίφεσί τε καὶ δόρασιν, ὥσπερ ἐν πεδίῳ, μαχόμενοι.
23.31
καὶ τὰ μὲν προοίμια τοῦ ἀγῶνος τοῦδε τοιαῦτα ἐγεγόνει. Ὕστερον δὲ οἱ βάρβαροι ἀπειρίᾳ τοῦ ναυμαχεῖν ξὺν πολλῇ ἀταξίᾳ τὴν ξυμβολὴν τήνδε διέφερον· οἱ μὲν γὰρ αὐτῶν οὕτως ἀπ’ ἀλλήλων διίσταντο ὥστε διδόναι τοῖς πολεμίοις αὐτοὺς κατὰ μόνας ἐμβάλλειν, οἱ δὲ συχνοὶ ἐς ταὐτὸ ξυνιόντες πρὸς ἀλλήλων ἀεὶ τῇ τῶν πλοίων στενοχωρία ξυνεποδίζοντο.