Thesauros Edebiyat Tarih Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι Procopius

Kitap 8

22.25 καὶ γράμματα ἐν αὐτῷ ἐγκεκόλαπται καὶ διαρρήδην βοᾷ τῶν τινὰ ἐμπόρων ἐν τοῖς ἄνω χρόνοις ἱδρύσασθαι τὸ ἀνάθημα τοῦτο Διὶ τῷ Κασίῳ.
22.26 Δία γὰρ Κάσιον ἐτίμων ποτὲ οἱ τῇδε ἄνθρωποι, ἐπεὶ καὶ ἡ πόλις ἐν ᾗ τὸ πλοῖον τοῦτο ἕστηκεν ἐς τόνδε τὸν χρόνον Κασώπη ἐπικαλεῖται.
22.27 τοῦτον δὲ τὸν τρόπον ἐκ λίθων πολλῶν καὶ ἡ ναῦς ἐκείνη πεποίηται ἣν Ἀγαμέμνων ὁ τοῦ Ἀτρέως τῆς Εὐβοίας ἐν Γεραιστῷ ἀνέθηκε τῇ Ἀρτέμιδι, ἀφοσιούμενος κἀν τούτῳ τὴν ἐς αὐτὴν ὕβριν, ἡνίκα διὰ τὸ τῆς Ἰφιγενείας πάθος τὸν ἀπόπλουν ἡ Ἄρτεμις ξυνεχώρει τοῖς Ἕλλησιν.
22.28 ἃ δὴ γράμματα ἐν πλοίῳ τούτῳ ἢ τηνικάδε ἢ ὕστερον ξυσθέντα δηλοῖ ἐν ἑξαμέτρῳ. ὧν τὰ μὲν πλεῖστα ἐξίτηλα χρόνῳ τῷ μακρῷ γέγονε, τὰ δὲ πρῶτα καὶ ἐς τόδε διαφαίνεται λέγοντα ὧδε· Νῆά με λαϊνέην ἱδρύσατο τῇδ’ Ἀγαμέμνων, Ἑλλήνων στρατιῆς σῆμα πλοϊζομένης.
22.29 καὶ ἐν ἀρχῇ ἔχει· “Τύννιχος ἐποίει Ἀρτέμιδι Βολοσίᾳ.” οὕτω γὰρ τὴν Εἰλείθυιαν ἐν τοῖς ἄνω χρόνοις ἐκάλουν, ἐπεὶ καὶ βολὰς τὰς ὠδῖνας ὠνόμαζον. ἐμοὶ δὲ αὖθις ὅθενπερ ἐξέβην ἰτέον.
22.30 Ἐπειδὴ ἐς τὴν Κέρκυραν οὗτος ὁ Γότθων στόλος ἀφίκετο, αὐτήν τε ἦγον καὶ ἔφερον ἐξ ἐπιδρομῆς καὶ ὅσαι ἄλλαι αὐτῇ νῆσοι ἐπίκεινται,
22.31 αἳ Συβόται καλοῦνται· διαβάντες δὲ καὶ εἰς τὴν ἤπειρον ἐξαπιναίως ἅπαντα ἐληΐζοντο τὰ ἀμφὶ Δωδώνην χωρία καὶ διαφερόντως Νικόπολίν τε καὶ Ἀγχίαλον, οὗ δὴ Ἀγχίσην, τὸν Αἰνείου πατέρα, ἐξ Ἰλίου ἁλούσης ξὺν τῷ παιδὶ πλέοντά φασιν οἱ ἐπιχώριοι ἐξ ἀνθρώπων ἀφανισθῆναι καὶ τὴν ἐπωνυμίαν τῷ χωρίῳ δοῦναι.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi