Kitap 8
22.17
Τουτίλας δὲ πλοῖα μακρὰ ἐς τριακόσια Γότθων πληρώσας ἐς τὴν Ἑλλάδα ἐκέλευεν ἰέναι, ληΐζεσθαι τοὺς παραπίπτοντας ἐπιστείλας δυνάμει τῇ πάσῃ.
22.18
οὗτος δὲ ὁ στόλος ἄχρι ἐς τὴν Φαιάκων χώραν, ἣ νῦν Κέρκυρα ἐπικαλεῖται, οὐδὲν ἄχαρι ἐργάζεσθαι ἔσχε.
22.19
νῆσον γὰρ οὐδεμίαν ἐν τῷδε τῷ διάπλῳ οἰκουμένην ξυμβαίνει εἶναι ἐκ τοῦ κατὰ τὴν Χάρυβδιν πορθμοῦ μέχρι ἐς τὴν Κέρκυραν, ὥστε πολλάκις ἐγὼ ἐνταῦθα γενόμενος διηπορούμην ὅπη ποτὲ ἄρα τῆς Καλυψοῦς ἡ νῆσος εἴη.
22.20
ταύτης γὰρ τῆς θαλάσσης οὐδαμῆ νῆσον τεθέαμαι, ὅτι μὴ τρεῖς, οὐ πολλῷ ἄποθεν τῆς Φαιακίδος, ἀλλ’ ὅσον ἀπὸ σταδίων τριακοσίων, ἄγχιστά πη ἀλλήλων οὔσας, βραχείας κομιδῆ καὶ οὐδὲ ἀνθρώπων οἰκία ἐχούσας οὔτε ζῴων οὔτε ἄλλων τὸ παράπαν οὐδέν. Ὀθονοὶ δὲ καλοῦνται τανῦν αἱ νῆσοι αὗται.
22.21
καὶ φαίη ἄν τις τὴν Καλυψὼ ἐνταῦθα γενέσθαι, καὶ ἀπ’ αὐτοῦ τὸν Ὀδυσσέα γῆς τῆς Φαιακίδος ὄντα οὐ πολλῷ ἄποθεν ἢ σχεδίᾳ, ὥς φησιν Ὅμηρος, ἢ ἄλλῳ τῳ τρόπῳ νεώς τινος χωρὶς ἐνθένδε διαπορθμεύσασθαι. ἀλλὰ ταῦτα ἡμῖν ὅσον τεκμηριοῦσθαι εἰρήσθω.
22.22
τοῖς γὰρ παλαιοτάτοις ἐς τὸ ἀκριβὲς ἐναρμόσασθαι τὸν ἀληθῆ λόγον οὐ ῥᾴδιον, ἐπεὶ ὁ πολὺς χρόνος τά τε τῶν χωρίων ὀνόματα καὶ τὴν ἀμφ’ αὐτοῖς δόξαν ἐκ τοῦ ἐπὶ πλεῖστον μεταβάλλειν φιλεῖ.
22.23
Τὸ πλοῖον ἀμέλει ὅπερ ἐν γῇ τῇ Φαιάκων ἐκ λίθου λευκοῦ πεποιημένον παρὰ τὴν ταύτης ἀκτὴν ἕστηκεν, ἐκεῖνό τινες οἴονται εἶναι ὃ τὸν Ὀδυσσέα ἐς τὴν Ἰθάκην ἐκόμισεν, ἡνίκα ξεναγεῖσθαι αὐτὸν ἐνταῦθα ξυνέβη.
22.24
καίτοι οὐ μονοειδὲς τὸ πλοῖον τοῦτό ἐστιν, ἀλλὰ ἐκ λίθων ὅτι μάλιστα πολλῶν ξύγκειται.