Thesauros Edebiyat Tarih Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι Procopius

Kitap 8

22.11 ἥ τε γὰρ τρόπις μονοφυὴς οὖσα ἐκ πρύμνης ἄκρας ἄχρι ἐς τὴν πρῷραν διήκει, κατὰ βραχὺ μὲν θαυμασίως ἐπὶ τὸ κοῖλον ὑποχωροῦσα, καὶ αὖ πάλιν ἐνθένδε κατὰ λόγον εὖ μάλα ἐπὶ τὸ ὀρθόν τε καὶ διατεταμένον ἐπανιοῦσα.
22.12 τά τε παχέα ξύμπαντα ξύλα ἐς τὴν τρόπιν ἐναρμοσθέντα ʽἅπερ οἱ μὲν ποιηταὶ δρυόχους καλοῦσιν, ἕτεροι δὲ νομέασ̓ ἐκ τοίχου μὲν ἕκαστον θατέρου ἄχρι ἐς τῆς νεὼς διήκει τὸν ἕτερον τοῖχον.
22.13 ὑφιζάνοντα δὲ καὶ αὐτὰ ἐξ ἑκατέρας ἄκρας καμπὴν ποιεῖται διαφερόντως εὐπρόσωπον, ὅπως ἂν τὴν νῆα μάλιστα κοίλην ἀποτετορνεῦσθαι ξυμβαίη, εἴτε τῆς φύσεως κατὰ τὴν τῆς χρείας ἀνάγκην τά τε ξύλα διακοψάσης καὶ ξυναρμοσαμένης τὰ πρότερα τὸ κύρτωμα τοῦτο εἴτε χειροποιήτῳ τέχνῃ τε καὶ μηχανῇ ἄλλῃ τῆς τῶν νομέων ἀνωμαλίας ἐν ἐπιτηδείῳ γεγενημένης.
22.14 σανίς τε πρὸς ἐπὶ τούτοις ἑκάστη ἐκ πρύμνης ἄκρας ἐς τῆς νηὸς ἐξικνεῖται τὴν ἑτέραν ἀρχήν, μονοειδὴς οὖσα καὶ κέντρα σιδηρᾶ τούτου ἕνεκα προσλαβοῦσα μόνον, ὅπως δὴ ταῖς δοκοῖς ἐναρμοσθεῖσα τὸν τοῖχον ποιῇ.
22.15 οὕτω μὲν ἡ ναῦς ἥδε πεποιημένη κρείσσω παρέχεται τοῦ λόγου τὴν ὄψιν, ἐπεὶ τῶν ἔργων τὰ πλείστῳ παραλόγῳ ξυμβαίνοντα οὐκ εὐδιήγητα τίθεται τοῖς ἀνθρώποις ἀεὶ τῶν πραγμάτων ἡ φύσις, ἀλλὰ ταῖς ἐπινοίαις τὰ ξυνειθισμένα νικῶσα καὶ τοῦ λόγου κρατεῖ.
22.16 τούτων δὲ δὴ τῶν ξύλων οὐδὲν οὔτε σέσηπεν οὔτε τι ὑποφαίνει ὡς σαπρὸν εἴη, ἀλλ’ ἀκραιφνὴς πανταχόθι οὖσα ἡ ναῦς, ὥσπερ ὑπόγυον τῷ τεχνίτῃ τῷ αὐτῆς, ὅστις ποτ’ ἦν, νεναυπηγημένη, ἔρρωται καὶ ἐς ἐμὲ θαυμαστὸν ὅσον. τὰ μὲν οὖν ἀμφὶ τῇ τοῦ Αἰνείου νηὶ ταύτῃ ἔχει.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi