Kitap 8
21.17
καὶ τηνικάδε μὲν ὅ τε Τοῦσκος ἐκεῖνος καὶ ὁ παρ’ αὐτοῦ λόγος γέλωτα ὦφλε. πρὸ γὰρ τῆς πείρας ἀεὶ ἄνθρωποι τὰς προρρήσεις φιλοῦσι χλευάζειν, οὐκ ἀναχαιτίζοντος αὐτοὺς τοῦ ἐλέγχου, τῷ μήτε ἀποβεβηκέναι τὰ πράγματα μήτε τὸν περὶ αὐτῶν λόγον εἶναι πιστόν, ἀλλὰ μύθῳ τινὶ γελοιώδει ἐμφερῆ φαίνεσθαι.
21.18
Νῦν δὲ δὴ ἅπαντες τὸ ξύμβολον τοῦτο ʽτοῖς ἀποβεβηκόσιν ὑποχωροῦντεσ̓ θαυμάζουσι.
21.19
καὶ διὰ τοῦτο ἴσως ἐπὶ Τουτίλαν ἐστρατήγει Ναρσῆς, ἢ στοχαζομένης τοῦ ἐσομένου τῆς βασιλέως γνώμης, ἢ πρυτανευούσης τὸ δέον τῆς τύχης.
21.20
ὁ μὲν οὖν Ναρσῆς στράτευμά τε λόγου ἄξιον καὶ χρήματα μεγάλα πρὸς βασιλέως κεκομισμένος ἐστέλλετο.
21.21
ἐπειδὴ δὲ ξὺν τοῖς ἑπομένοις ἐν μέσῃ Θρᾴκῃ ἐγένετο, χρόνον τινὰ ἐν Φιλιππουπόλει ἀποκεκλεισμένος τῆς ὁδοῦ ἔμεινε.
21.22
στράτευμα γὰρ Οὐννικὸν ἐπισκῆψαν τῇ Ῥωμαίων ἀρχῇ ἅπαντα ἦγόν τε καὶ ἔφερον, οὐδενὸς σφίσιν ἀντιστατοῦντος. ἐπειδὴ δὲ αὐτῶν οἱ μέν τινες ἐπὶ Θεσσαλονίκην, οἱ δὲ τὴν ἐπὶ τὸ Βυζάντιον ᾔεσαν, μόλις ἐνθένδε ἀπαλλαγεὶς ἐπίπροσθεν ᾔει.
22.1
Ἐν ᾧ δὲ ὁ μὲν Ἰωάννης ἐπὶ Σαλώνων Ναρσῆν ἔμενε, Ναρσῆς δὲ Οὔννων τῇ ἐφόδῳ συμποδιζόμενος σχολαίτερον ᾔει, ἐν τούτῳ ὁ Τουτίλας προσδεχόμενος τὴν Ναρσοῦ στρατιὰν ἐποίει τάδε.
22.2
ἄλλους τε Ῥωμαίους καί τινας τῶν ἀπὸ τῆς συγκλήτου βουλῆς ἐν Ῥώμῃ καθίστη, τοὺς λοιποὺς ἐπὶ Καμπανίας ἐάσας.
22.3
καὶ αὐτοὺς ἐκέλευεν ὅση δύναμις ἐπιμελεῖσθαι τῆς πόλεως, ἐνδεικνύμενος ὅτι δὴ αὐτῷ μεταμέλει τῶν οἱ ἐς Ῥώμην εἰργασμένων τὰ πρότερα, ἐπεὶ ἐμπρήσας αὐτῆς πολλὰ ἔτυχεν, ἄλλως τε καὶ ὑπὲρ Τίβεριν ποταμόν.