Kitap 8
3.8
ταῦτα δὲ ὧδέ πη γεγονέναι καὶ ξὺν τοῖς ἀνδράσι τὰς Ἀμαζόνας στρατεύσασθαι καὶ αὐτὸς οἴομαι, τεκμηριούμενος οἷς δὴ καὶ χρόνῳ τῷ κατ’ ἐμὲ ξυνηνέχθη γενέσθαι.
3.9
τὰ γὰρ ἐπιτηδεύματα μέχρι ἐς τοὺς ἀπογόνους παραπεμπόμενα τῶν προγεγενημένων τῆς φύσεως ἴνδαλμα γίνεται.
3.10
Οὔννων τοίνυν καταδραμόντων πολλάκις τὴν Ῥωμαίων ἀρχήν, τοῖς τε ὑπαντιάσασιν ἐς χεῖρας ἐλθόντων, τινὰς μὲν αὐτῶν πεσεῖν ἐνταῦθα τετύχηκε, μετὰ δὲ τῶν βαρβάρων τὴν ἀναχώρησιν Ῥωμαῖοι διερευνώμενοι τῶν πεπτωκότων τὰ σώματα καὶ γυναῖκας ἐν αὐτοῖς εὗρον.
3.11
ἄλλο μέντοι γυναικῶν στράτευμα οὐδαμῆ τῆς Ἀσίας ἢ τῆς Εὐρώπης ἐπιχωρίαζον ἐφάνη. οὐ μὴν οὐδὲ τὰ Καυκάσια ὄρη ἀνδρῶν ἔρημα γεγενῆσθαι πώποτε ἀκοῇ ἴσμεν. περὶ μὲν οὖν τῶν Ἀμαζόνων τοσαῦτα εἰρήσθω.
3.12
Μετὰ δὲ Ἀψιλίους τε καὶ τοῦ μηνοειδοῦς τὴν ἑτέραν ἀρχὴν ἐς τὴν παραλίαν Ἀβασγοὶ ᾤκηνται, ἄχρι ἐς τὰ Καυκάσια ὄρη διήκοντες. οἱ δὲ Ἀβασγοὶ Λαζῶν μὲν κατήκοοι ἐκ παλαιοῦ ἦσαν,
3.13
ἄρχοντας δὲ ὁμογενεῖς δύο ἐσαεὶ εἶχον. ὧν ἅτερος μὲν ἐς τῆς χώρας τὰ πρὸς ἑσπέραν, ὁ δὲ δὴ ἕτερος ἐς τὰ πρὸς ἀνίσχοντα ἥλιον ἵδρυτο.
3.14
οἱ δὲ βάρβαροι οὗτοι μέχρι μὲν ἐς ἐμὲ ἄλση τε καὶ ὕλας ἐσέβοντο· θεοὺς γὰρ τὰ δένδρα βαρβάρῳ τινὶ ἀφελείᾳ ὑπώπτευον εἶναι.
3.15
πρὸς δὲ τῶν ἐν σφίσιν ἀρχόντων τὰ δεινότατα διὰ φιλοχρηματίας μέγεθος ἔπασχον. ἄμφω γὰρ αὐτῶν οἱ βασιλεῖς, ὅσους ἂν παῖδας ἐν τούτῳ τῷ ἔθνει ἀγαθούς τε τὴν ὄψιν καὶ τὸ σῶμα καλοὺς ἴδοιεν, τούτους δὴ ὀκνήσει οὐδεμιᾷ ἐκ τῶν γειναμένων ἀφέλκοντες εὐνούχους τε ἀπεργαζόμενοι ἀπεδίδοντο ἐς Ῥωμαίων τὴν γῆν τοῖς ὠνεῖσθαι βουλομένοις χρημάτων μεγάλων.