Thesauros Edebiyat Tarih Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι Procopius

Kitap 7

25.19 τὸ γὰρ ἐν οὐδενὶ σφάλλεσθαι χρόνῳ θεοῦ ἂν ἴδιον γένοιτο. τούτων τοίνυν φημὶ χρῆναι ἀφεμένους ὑμᾶς προθυμίᾳ τῇ πάσῃ ὁμόσε τοῖς ἐν Περυσίᾳ πολεμίοις ἰέναι. ἢν γὰρ ἐκείνους ἐξελεῖν δυνήσησθε, αὖθις ὑμῖν τὰ τῆς τύχης ἐν καλῷ κείσεται.
25.20 τὸ μὲν γὰρ ξυμπεσὸν οὐδ’ ἂν ὁ πᾶς αἰὼν ἀποίητον τίθεσθαι δύναιτο, εὐτυχημάτων δὲ ἄλλων ἐπιγινομένων τοῖς ἐπταικόσι λελωφηκέναι ξυμβαίνει τὴν τῶν κακῶν μνήμην.
25.21 Ἔσται δὲ ὑμῖν ἡ Περυσίας ἐπικράτησις οὐδενὶ πόνῳ. Κυπριανὸς γὰρ ὃς τῶν ἐνταῦθα Ῥωμαίων ἦρχε, τύχῃ τε καὶ βουλαῖς ἡμετέραις ἐκποδὼν γέγονε, πλῆθος δὲ ἄναρχον ἄλλως τε καὶ τῶν ἀναγκαίων ὑποσπανίζον ἀνδραγαθίζεσθαι ἥκιστα πέφυκεν.
25.22 οὐ μὴν οὐδὲ ὄπισθέν τις ἐς ἡμᾶς κακουργήσει· τάς τε γὰρ τοῦ ποταμοῦ γεφύρας τούτου ἕνεκα καθελεῖν ἔγνωκα, ὡς μή τι πάθοιμεν ἐξ ἐπιδρομῆς ἀπροσδόκητον, καὶ ὑπόπτους ξυμβαίνει Βελισάριόν τε καὶ Ἰωάννην ἀλλήλοις εἶναι, ὅπερ διὰ τῶν πεπραγμένων ὁρᾶν πάρεστι.
25.23 γνῶμαι γὰρ ἀλλήλαις μαχόμεναι διὰ τῶν ἔργων ἐλέγχονται. οὐκοῦν οὐδέ πη ἀλλήλοις ἐπιμίγνυσθαι ἐς τόδε τοῦ χρόνου δεδύνηνται. ἀναχαιτίζει γὰρ ἑκάτερον ἡ ἐς ἀλλήλους ἀμφοῖν ὑποψία. οἷς δ’ ἂν αὕτη ἐγγένηται, φθόνον τε καὶ ἔχθος ἐπάναγκες ξυνοικίζεσθαι.
25.24 ὧν δὴ μεταξὺ ἐπιπεσόντων γενέσθαι τι τῶν δεόντων ἀδύνατον.” τοσαῦτα ὁ Τουτίλας εἰπὼν ἐπὶ Περυσίαν ἐξῆγε τὸ στράτευμα, ἐνταῦθά τε ἀφικόμενοι ἄγχιστα τοῦ περιβόλου ἐστρατοπεδεύσαντο καὶ ἐγκαθεζόμενοι ἐς πολιορκίαν καθίσταντο.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi