Kitap 7
25.14
νῦν δὲ μεταβέβλησθε, ὦ φίλτατοι Γότθοι, ἐπειδὴ ξυνέβη Βελισάριον κρεῖσσον λόγου θράσος ἑλόμενον τῶν ἐγκεχειρημένων αὐτῷ παρὰ δόξαν κρατεῖν, καὶ ἀπ’ αὐτοῦ καταπεπλῆχθαι τὸν ἄνθρωπον ἅτε ἀνδρεῖον ὑμῖν ξυμβαίνει.
25.15
ῥᾷον γὰρ οἱ θρασεῖς εὔτολμοι κέκληνται ἢ οἱ προμηθεῖς ἀσφαλεῖς. ὁ μὲν γὰρ παρὰ τὰ καθεστῶτα τολμήσας ἐννοίᾳ τοῦ δοκοῦντος δραστηρίου τετίμηται, ὁ δὲ προμηθεῖ γνώμῃ ἀποκνήσας τὸν κίνδυνον ἀποτυχών τε τὴν αἰτίαν ἐπισπᾶται τῶν ξυμπιπτόντων καὶ πράξας κατὰ νοῦν οὐδὲν αὐτὸς τοῖς γε ἀμαθέσιν ἐργάσασθαι δοκεῖ.
25.16
Χωρὶς δὲ τούτων οὐκ ἐκλογίζεσθε ὅτι ἐμοὶ χαλεπαίνετε, δι’ ὧν ὑμῖν ἀγανακτεῖν ξυμβαίνει τανῦν. Ἢ Βελισάριον εὐδοκιμηκέναι καθ’ ὑμῶν οἴεσθε, οἵπερ δορυάλωτοι ὄντες καὶ δραπέται γεγενημένοι ὑπ’ ἐμοί τε στρατηγοῦντι ὅπλα ἀντάραντες ὑπερβαλέσθαι πολλάκις αὐτὸν τῷ πολέμῳ δεδύνησθε;
25.17
καίτοι εἰ μὲν ἐμῇ ἀρετῇ ἐκεῖνα ὑμᾶς εἰργάσθαι ξυνέβη, ταύτην ὑμᾶς αἰσχυνομένους χρὴ σιωπᾶν, ἐν τοῖς πταίσμασι δὴ τῶν ἀνθρώπων ἐνθυμουμένους ὡς οὐδὲν πέφυκεν ἐφ’ ἑαυτοῦ μένειν· εἰ δέ τις ὑμῖν τύχη ἐκεῖνο τὸ κράτος ἐβράβευσε, σέβειν μᾶλλον ἢ δυσκόλως πρὸς αὐτὴν ἔχειν ὑμῖν ξυνοίσει, ὡς μὴ προσκεκρουκότες τὴν εὐγνωμοσύνην μεταμαθεῖν βιάζησθε.
25.18
καίτοι πῶς οὐκ ἂν ἀπὸ τοῦ σώφρονος τρόπου φανείη τοὺς πολλά τε καὶ μεγάλα περιβεβλημένους εὐτυχήματα οὐ πολλῷ ἔμπροσθεν ἐν βραχεῖ τε τανῦν πταίσαντας οὕτω δεδουλῶσθαι τὸ φρόνημα; οὐ γὰρ ἄλλο οὐδὲν τὸ τοιοῦτόν ἐστιν ἢ ἀπαξιοῦν τε καὶ ἀπαρνεῖσθαι ἀνθρώπους εἶναι.