Kitap 7
24.34
καὶ Βελισάριος ἀδεέστερον ἤδη τὰς πύλας τοῦ Ῥώμης περιβόλου πανταχόθι ἐφαρμοσάμενος σιδήρῳ τε αὐτὰς περιβαλὼν αὖθις βασιλεῖ τὰς κλεῖς ἔπεμψε. καὶ ὁ χειμὼν ἔληγε, καὶ τὸ δωδέκατον ἔτος ἐτελεύτα τῷ πολέμῳ τῷδε, ὃν Προκόπιος ξυνέγραψεν.
25.1
Ἐτύγχανε δὲ πολλῷ πρότερον στράτευμα ἐπὶ Περυσίαν ὁ Τουτίλας στείλας, οἵπερ ἀμφὶ τὸν τῆς πόλεως περίβολον ἐνστρατοπεδευσάμενοι ἐπολιόρκουν ἐς τὸ ἀκριβὲς τοὺς ταύτῃ Ῥωμαίους.
25.2
καὶ ἐπεὶ τῶν ἐπιτηδείων αὐτοὺς σπανίζοντας ᾔσθοντο ἤδη, πέμψαντες παρὰ Τουτίλαν ἐδέοντο παντὶ τῷ στρατῷ ἐνταῦθα ἰέναι, ῥᾷον ἂν οὕτω καὶ ἀπονώτερον ἐξελεῖν Περυσίαν τε καὶ τοὺς ἐνταῦθα Ῥωμαίους οἰόμενοι.
25.3
Τουτίλας δὲ οὐ λίαν ἐς τὰ ἐπαγγελλόμενα προθυμουμένους τοὺς βαρβάρους ὁρῶν παραίνεσίν τινα ποιεῖσθαι ἐς αὐτοὺς ἤθελε.
25.4
διὸ δὴ ξυγκαλέσας ἅπαντας ἔλεξε τοιάδε· “Ὁρῶν ὑμᾶς, ἄνδρες ξυστρατιῶται, ἐμὲ μὲν οὐκ ὀρθῶς δι’ ὀργῆς ἔχοντας, ἀγανακτοῦντας δὲ πρὸς τὸ τῆς τύχης ξυμπεπτωκὸς ἐναντίωμα, ξυναγαγεῖν τανῦν ἔγνωκα, ὅπως ὑμῶν δόξαν ὡς ἥκιστα ὀρθὴν ἀφελὼν ἀντικαθιστάναι τὴν γνώμην ἐπὶ τὰ βελτίω δυνήσωμαι, καὶ μήτε ἀχαριστεῖν οὐδὲν ὑμῖν προσῆκον ἐς ἐμὲ δόξητε μήτε ἀγνωμοσύνῃ εἰς τὸ θεῖον ὑπὸ ἀβελτερίας χρῆσθαι.
25.5
τὰ γὰρ ἀνθρώπεια καὶ σφάλλεσθαί ποτε πέφυκεν, ὅστις τε ἄνθρωπος ὢν εἶτα δυσχερῶς ἔχων ἐς τὰ προσπίπτοντα φαίνεται, αὐτὸς μὲν ἀμαθίας, ὡς τὸ εἰκός, ἀποίσεται δόξαν, οὐδὲν δὲ ὑπεκστήσεται τὴν ἀπὸ τῆς τύχης ἀνάγκην.