Kitap 7
24.20
καὶ τῶν βαρβάρων ὑποχωρούντων διώκοντες τῶν Ῥωμαίων τινὲς πόρρω που τοῦ περιβόλου ἐγένοντο. οὓς δὴ κυκλώσεσθαι οἱ βάρβαροι ἔμελλον, ὡς μὴ ἀναστρέφειν ἐς τὴν πόλιν δυνατοὶ εἶεν. ἀλλὰ Βελισάριος ʽκατενόησε γὰρ τὰ ποιούμενἀ τῶν ἀμφ’ αὑτὸν πολλοὺς ἐνταῦθα στείλας διασώσασθαι τοὺς ἄνδρας ἴσχυσεν.
24.21
οὕτω τε ἀποκρουσθέντες οἱ βάρβαροι ἀνεχώρησαν, πολλοὺς μὲν ἀποβεβληκότες τῶν ἐν σφίσι μαχίμων, πλείστους δὲ τραυματίας ἐς τὸ στρατόπεδον ἐπαγόμενοι.
24.22
ἐνταῦθά τε ἡσυχῆ ἔμενον, τά τε τραύματα θεραπεύοντες καὶ τῶν ὅπλων ἐπιμελούμενοι ʽπολλὰ γὰρ σφίσι διέφθαρτο ἤδἠ καὶ τὰ ἄλλα ἐν παρασκευῇ πάσῃ ποιούμενοι. Ἡμέραις δὲ πολλαῖς ὕστερον ἐπὶ τὸν περίβολον ὡς τειχομαχήσοντες ᾔεσαν.
24.23
Ῥωμαῖοι δὲ σφίσιν ὑπαντιάσαντες ἐς χεῖρας ἦλθον. τύχῃ τέ τινι ὁ τὸ Τουτίλα σημεῖον φέρων καιρίαν πληγεὶς αὐτός τε ἐκ τοῦ ἵππου ἐκπίπτει καὶ τὸ σημεῖον ἐς τὴν γῆν ἔρριψε.
24.24
καὶ Ῥωμαίων μὲν ὅσοι ἐς τὰ πρῶτα ἐμάχοντο, ὥρμησαν ὥστε τὸ σημεῖον καὶ τὸν νεκρὸν ἁρπασόμενοι. φθάσαντες δὲ τῶν βαρβάρων οἱ εὐτολμότατοι τό τε σημεῖον ἁρπάζουσι καὶ τοῦ νεκροῦ χεῖρα τὴν λαιὰν ἀποτεμόντες ξὺν αὑτοῖς ἔλαβον.
24.25
ψέλλιον γὰρ χρυσοῦν ἐπὶ ταύτης ὁ πεπτωκὼς φορῶν ἔτυχε λόγου ἄξιον, ᾧπερ ἐναβρύνεσθαι τοὺς ἐναντίους ἥκιστα ἤθελον, φεύγοντες δηλονότι τὴν ἀπὸ τοῦ ἔργου αἰσχύνην.
24.26
καὶ ὁ μὲν τῶν βαρβάρων στρατὸς ἐς ὑπαγωγὴν ἐτράποντο οὐδενὶ κόσμῳ, Ῥωμαῖοι δὲ τὸ μὲν ἄλλο τοῦ νεκροῦ σῶμα ἐσκύλευσαν, τοὺς δὲ πολεμίους ἐπὶ πλεῖστον διώκοντες πολλοὺς ἔκτειναν, ἔς τε τὴν πόλιν κακῶν παντάπασιν ἀπαθεῖς ἦλθον.