Thesauros Edebiyat Tarih Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι Procopius

Kitap 7

2.9 ἅπερ Κωνσταντιανὸς ἀσμένως ἀκούσας ὤμοσεν ἅπαντα καθάπερ ὁ Τουτίλας ᾔτησε, τακτή τε ἡμέρα ἐς τὸ ἔργον ἀμφοτέροις ξυνέκειτο, ἐν ᾗ ἔμελλε Τουτίλας τε καὶ Γότθοι οἱ ἐν Ταρβησίῳ φρουρὰν ἔχοντες δέξασθαι τῇ πόλει τινὰς τῶν Κωνσταντιανῷ ἐπιτηδείων καὶ σφᾶς γε αὐτοὺς ξὺν αὐτῇ ἐγχειρίσαι.
2.10 Ἤδη δὲ Γότθοι τῇ Ἐραρίχου ἀρχῇ ἤχθοντο, οὐκ ἀξιόχρεων τὸν ἄνδρα ὁρῶντες τὸν πόλεμον πρὸς Ῥωμαίους διενεγκεῖν, καὶ αὐτὸν ἐκ τοῦ ἐμφανοῦς οἱ πλεῖστοι ἐκάκιζον ἅτε μεγάλων ἔργων ἐμπόδιον γεγονότα σφίσιν, ὅτι δὴ ἐκποδὼν Ἰλδίβαδον πεποίηται.
2.11 τέλος δὲ ξυμφρονήσαντες πέμπουσι παρὰ Τουτίλαν ἐς Ταρβήσιον, ἐπὶ τὴν ἀρχὴν παρακαλοῦτες. πολὺν γὰρ ἤδη πόθον τῆς Ἰλδιβάδου ἀρχῆς ἐν αὐτοῖς ἔχοντες τὴν ἐλπίδα τῆς νίκης ἐπὶ Τουτίλαν τὸν ἐκείνου ξυγγενῆ ἔτρεπον, εὐέλπιδες ἐπὶ τῷ ἀνθρώπῳ γενόμενοι τῷ βούλεσθαι ταὐτά.
2.12 ὁ δὲ τοῖς παρ’ αὐτὸν ἥκουσιν ἄντικρυς τὴν ἐς Ῥωμαίους ὁμολογίαν ἀποκαλύψας ἔφασκεν ὡς, ἢν Γότθοι Ἐράριχον τῆς κυρίας ἐντὸς κτείνουσιν, ἕψεταί τε αὐτοῖς καὶ πάντα ἐπιτελῆ ποιήσει ᾗ αὐτοὶ βούλοιντο.
2.13 ταῦτα ἐπεὶ οἱ βάρβαροι ἤκουσαν, ἐπιβουλῇ ἐς τὴν Ἐραρίχου καταστροφὴν εἴχοντο. ταῦτα μὲν ἐν τῷ Γότθων στρατοπέδῳ ἐγίνοντο.
2.14 Ἐν τούτῳ δὲ ὁ Ῥωμαίων στρατὸς ἐν τῷ ἀσφαλεῖ τῆς τῶν πολεμίων ἀπολαύοντες ἀσχολίας οὔτε ξυνίσταντο οὔτε τι δρᾶν ἐς τοὺς βαρβάρους διενοοῦντο.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi