Thesauros Edebiyat Tarih Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι Procopius

Kitap 7

23.2 εὐδοκιμοῦντα γὰρ ἐν μονομαχίαις τὸν νεανίαν ἤκουσέ τε καὶ εἶδε πολλάκις. ὄντων δὲ αὐτῷ παίδων τε δύο καὶ τῆς γυναικὸς ἐν τοῖς αἰχμαλώτοις, τὴν μὲν γυναῖκα καὶ τῶν παίδων τὸν ἕτερον εὐθὺς τῷ ἀνθρώπῳ ἀπέδωκε, τὸν δὲ ἕτερον ἐν ὁμήρου λόγῳ ἐφύλασσεν, ἔς τε Σπολίτιον ξὺν ἑτέροις τισὶν ἔπεμψεν.
23.3 Ἐτύγχανον δὲ Γότθοι, ἡνίκα Ἡρωδιανοῦ ἐνδιδόντος Σπολίτιον εἷλον, τῆς μὲν πόλεως τὸν περίβολον ἐς τὸ ἔδαφος καθελόντες, τοῦ δὲ πρὸ τῆς πόλεως κυνηγεσίου, ὅπερ καλεῖν ἀμφιθέατρον νενομίκασι, τάς τε εἰσόδους ἐς τὸ ἀκριβὲς ἀποφράξαντες καὶ φρουρὰν ἐνταῦθα καταστησάμενοι Γότθων τε καὶ Ῥωμαίων τῶν αὐτομόλων,
23.4 ἐφ’ ᾧ φυλάξωσι τὰ ἐκείνῃ χωρία. Μαρτινιανὸς οὖν ἐπειδὴ εἰς Σπολίτιον ἦλθε, στρατιώτας πεντεκαίδεκα ἑταιρίσασθαι ἴσχυσεν, οὕσπερ ἀνέπειθε δράσαντάς τι ἐς τοὺς βαρβάρους μέγα οὕτω δὴ ἐπανήκειν ἐς τὸ Ῥωμαίων στρατόπεδον.
23.5 στείλας δέ τινας καὶ παρὰ τὸν ἄρχοντα τοῦ ἐν Περυσίᾳ φυλακτηρίου ἐκέλευέν οἱ στράτευμα ὅτι τάχιστα ἐς Σπολίτιον πέμψαι, τοῦ παντὸς λόγου τὴν δήλωσιν ποιησάμενος.
23.6 Ὁδολγὰν δὲ Οὖννος ἦρχε τότε τῆς ἐν Περυσίᾳ φρουρᾶς, Κυπριανοῦ πρός του τῶν αὐτοῦ δορυφόρων, ὥς μοι ἔμπροσθεν εἴρηται, δόλῳ ἐξ ἀνθρώπων ἀφανισθέντος. ὅσπερ ξὺν στρατεύματι ἐπὶ τὸ Σπολίτιον ᾔει.
23.7 Μαρτινιανὸς δὲ ἄγχιστά πη εἶναι τὸ στράτευμα τοῦτο αἰσθόμενος, ἅμα τοῖς πεντεκαίδεκα στρατιώταις τοῦ τε φυλακτηρίου τὸν ἄρχοντα ἐκ τοῦ αἰφνιδίου διέφθειρε καὶ τὰς πύλας ἀναπετάσας Ῥωμαίους ἅπαντας τῷ φρουρίῳ ἐδέξατο. οἳ δὴ κτείνουσι μὲν τῶν πολεμίων πλείστους, τινὰς δὲ ζωγρήσαντες παρὰ Βελισάριον ἦγον.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi