Kitap 7
22.20
Ἰωάννης δὲ Τουτίλαν οἱ ἐπιέναι μαθών, μένειν ἐπὶ τῆς Ἀπουλίας οὐκέτι ἠξίου, ἀλλ’ ἐς τὸν Δρυοῦντα δρόμῳ ἀφίκετο. τῶν τε πατρικίων οἱ ἐς Καμπανίαν ἀγόμενοι ἐς Λευκανοὺς πέμψαντες τῶν οἰκείων τινάς, Τουτίλα γνώμῃ, τοὺς σφετέρους ἀγροίκους ἐκέλευον μεθίεσθαι μὲν τῶν πρασσομένων, τοὺς δὲ ἀγροὺς γεωργεῖν ᾗπερ εἰώθεσαν· ἔσεσθαι γὰρ αὐτοῖς τἀγαθὰ ἀπήγγελλον τῶν κεκτημένων.
22.21
οἱ δὲ ἀπετάξαντο μὲν τοῦ Ῥωμαίων στρατοῦ, ἐν δὲ τοῖς ἀγροῖς ἡσυχῆ ἔμενον· Τουλλιανὸς δὲ φυγὼν ᾤχετο, καὶ οἱ τριακόσιοι Ἄνται παρὰ τὸν Ἰωάννην ἀναχωρεῖν ἔγνωσαν.
22.22
οὕτω μὲν ἅπαντα τὰ ἐντὸς κόλπου τοῦ Ἰονίου, πλὴν τοῦ Δρυοῦντος, αὖθις ὑποχείρια Γότθοις τε καὶ Τουτίλᾳ γέγονε. θαρσοῦντες δὲ ἤδη οἱ βάρβαροι καὶ κατὰ συμμορίας σκεδαννύμενοι περιῄεσαν κύκλῳ ἅπαντα.
22.23
ὅπερ Ἰωάννης μαθὼν τῶν οἱ ἑπομένων πολλοὺς ἐπ’ αὐτοὺς ἔπεμψεν. οἳ δὴ τοῖς πολεμίοις ἀπροσδόκητοι ἐπιπεσόντες πολλοὺς ἔκτειναν.
22.24
καὶ ἀπ’ αὐτοῦ δείσας ὁ Τουτίλας, ἅπαντάς τε τοὺς ξὺν αὑτῷ ἀγείρας, ἀμφὶ ὄρος τὸ Γάργανον, ὅπερ ἐν Ἀπουλίοις που μέσοις ἀνέχει, ἐν τῷ Ἀννίβαλος τοῦ Λίβυος χαρακώματι στρατοπεδευσάμενος ἡσυχῆ ἔμενεν.
23.1
Ἐν τούτῳ δὲ τῶν τις ξὺν τῷ Κόνωνι ἐκ Ῥώμης φυγόντων, ἡνίκα ἡ πόλις ἡλίσκετο, Μαρτινιανὸς ὄνομα, Βυζάντιος γενος, Βελισαρίῳ προσελθὼν στέλλεσθαι αὐτόμολος δῆθεν τῷ λόγῳ παρὰ τοὺς πολεμίους ἠξίου, μεγάλα Ῥωμαίους ἐπαγγελλομενος ἀγαθὰ δράσειν· δόξαν τε τοῦτο Βελισαίῳ, ἀπιὼν ᾤχετο. καὶ αὐτὸν ὁ Τουτίλας ἰδὼν ὑπερφυῶς ἥσθη.