Kitap 7
21.17
ἀρχὰς τὸ λοιπὸν ἕξουσιν.” οἱ μὲν οὖν πατρίκιοι ταῦτα ἀκούοντες σιωπῇ εἴχοντο. Πελάγιος δὲ Τουτίλαν ὑπὲρ ἀνδρῶν ἐπταικότων τε καὶ δεδυστυχηκότων παραιτούμενος οὐκέτι ἀνίει, ἕως αὐτοὺς φιλανθρωπίας ὑπόσχεσιν ποιησάμενος ἀπεπέμψατο.
21.18
Ἔπειτα δὲ Πελάγιόν τε καὶ τῶν ἐν Ῥώμῃ ῥητόρων ἕνα, Θεόδωρον ὄνομα, πρέσβεις ἐς βασιλέα Ἰουστινιανὸν ἔστειλεν, ὅρκοις αὐτοὺς δεινοτάτοις καταλαβών, ὅτι τε εὐνοίᾳ ἐς αὐτὸν χρήσονται καὶ ἀναστρέφειν ὅτι τάχιστα ἐς τὴν Ἰταλίαν ἐν σπουδῇ ἕξουσιν.
21.19
ἐπέστελλέ τε αὐτοῖς τὴν εἰρήνην οἱ παντὶ σθένει παρὰ βασιλέως πορίζεσθαι, ὅπως δὴ μὴ αὐτὸς ἀναγκάζηται Ῥώμην ἐς ἔδαφος καθελὼν ξύμπασαν καὶ τοὺς ἐκ τῆς συγκλήτου διαφθείρας βουλῆς ἐς Ἰλλυριοὺς τὸν πόλεμον ἄγειν. καὶ γράμματα δὲ Ἰουστινιανῷ βασιλεῖ ἔγραψεν.
21.20
ἤδη μὲν οὖν βασιλεὺς ἠκηκόει τὰ ἐν Ἰταλίᾳ ξυμπεπτωκότα. ἐπεὶ δὲ καὶ οἱ πρέσβεις παρ’ αὐτὸν ἦλθον, ἀπήγγειλάν τε ὅσα ὁ Τουτίλας σφίσιν ἐπέστελλε καὶ τὴν ἐπιστολὴν ἐνεχείρισαν.
21.21
Ἐδήλου δὲ ἡ γραφὴ τάδε· “Ὅσα μὲν ἐν Ῥωμαίων τῇ πόλει γενέσθαι ξυνέβη, ἐπεὶ μεμαθηκέναι σε ἅπαντα οἶμαι, σιωπᾶν ἔγνωκα.
21.22
ὧν δὲ ἕνεκα τοὺς πρέσβεις ἀπέσταλκα τούσδε αὐτίκα εἴσῃ. αἰτούμεθα τὰ ἐκ τῆς εἰρήνης καλὰ σέ τε προσίεσθαι αὐτὸν καὶ ἡμῖν ξυγχωρεῖν.
21.23
ὧνπερ μνημεῖά τε καὶ παραδείγματα κάλλιστα ἔχομεν Ἀναστάσιόν τε καὶ Θευδέριχον, οἳ βεβασιλεύκασι μὲν οὐ πολλῷ πρότερον, εἰρήνης δὲ καὶ ἀγαθῶν πραγμάτων ἅπαντα ἐνεπλήσαντο τὸν κατ’ αὐτοὺς χρόνον.
21.24
ἢν γάρ σοι ταῦτά ποτε βουλομένῳ εἴη, πατήρ τε ἂν ἐμὸς εἰκότως καλοῖο καὶ ξυμμάχους