Kitap 7
20.10
οἱ δὲ ἐς αὐτὸν ἐπανήκοντες ἅπαντα ὁμοίως τοῖς προτέροις ἤγγελλον. ἐν τούτῳ δὲ Ῥωμαῖοι στρατιῶται πολλοὶ ἐπὶ κατασκοπῇ στελλόμενοι τῆς πόλεως οὐ πολλῷ ἄποθεν Γότθοις δέκα ὁδῷ ἰοῦσιν ἐνέτυχον, οὓς δὴ ἑλόντες παρὰ τὸν Βέσσαν εὐθὺς ἄγουσι.
20.11
καὶ ὁ μὲν ἀνεπυνθάνετο τούτων δὴ τῶν βαρβάρων ὅ τί ποτε ὁ Τουτίλας διανοοῖτο, οἱ δὲ Γότθοι ἐν ἐλπίδι ἔφασαν εἶναι τῶν τινας σφίσιν Ἰσαύρων ἐνδώσειν τὴν πόλιν· ἤδη γὰρ ἔκπυστος ὁ λόγος ἐς τῶν βαρβάρων πολλοὺς ἐγεγόνει.
20.12
ἀλλὰ καὶ ταῦτα Βέσσας τε καὶ Κόνων ἀκούσαντες ἔν τε πολλῇ ὀλιγωρίᾳ ἔσχον καὶ αὐτῶν ἐντροπὴν οὐδεμίαν πεποίηντο. καὶ τρίτον οἱ Ἴσαυροι Τουτίλᾳ ἐς ὄψιν ἐλθόντες ἐς τὸ ἔργον τὸν ἄνδρα ἐνῆγον.
20.13
ὁ δὲ ἄλλους τε ξὺν αὐτοῖς ἔπεμψε καὶ τῶν αὐτῷ κατὰ γένος προσηκόντων τινά, οἵπερ ἐς αὐτὸν ἐπανήκοντες καὶ τὸν πάντα λόγον ἀγγείλαντες ἐς τὴν πρᾶξιν ἐπέρρωσαν.
20.14
Τουτίλας δέ, ἐπειδὴ τάχιστα νὺξ ἐγεγόνει, ἅπαν ἡσυχῆ ἐξοπλίσας τὸ στράτευμα ἐπῆγεν ἀμφὶ πύλην Ἀσιναρίαν. καὶ τέσσαρας τῶν ἐν Γότθοις ἀνδρίας τε καὶ ἰσχύος πέρι εὖ ἡκόντων ξὺν τοῖς Ἰσαύροις διὰ τῶν βρόχων ἀναβαίνειν ἐς τὰς ἐπάλξεις ἐκέλευεν, ἐς ἐκεῖνον δηλονότι τῆς νυκτὸς τὸν καιρὸν ἐς ὃν τούτοις δὴ τοῖς Ἰσαύροις ἡ φυλακὴ τοῦ ταύτῃ τείχους ὕπνον ἐκ περιτροπῆς τῶν ἄλλων αἱρουμένων ἐπέβαλεν.