Kitap 7
19.25
καὶ τῶν στρατιωτῶν, οὕσπερ ἐνταῦθα Βελισάριος καταστησάμενος ἔτυχεν, ἱππεῖς ἐπαγόμενος ἑκατὸν ἐπὶ τὸ τῶν πολεμίων χαράκωμα ἤλαυνεν, οὗ Ῥουδέριχος ἦρχεν, ἀνὴρ ἀγαθὸς τὰ πολέμια.
19.26
ἐπελθών τε ἐκ τοῦ αἰφνιδίου τοῖς ἐκείνῃ βαρβάροις ἄλλους τέ τινας καὶ Ῥουδέριχον ὑπαντιάσαντα ἔπληξεν.
19.27
οἱ δὲ Γότθοι εὐθὺς λιπόντες τὸ στρατόπεδον ὑπεχώρησαν, ἢ πλῆθος πολεμίων ὑποτοπήσαντες ἀμφὶ τὸν Ἰσαάκην ὄπισθεν εἶναι, ἢ τοὺς ἐναντίους ἐξαπατῶντες, ὅπως δὴ αὐτούς, ὅπερ ἐγένετο, ἑλεῖν δύνωνται.
19.28
Οἱ μὲν οὖν ξὺν τῷ Ἰσαάκῃ εἰσδύσαντες ἐς τὸ τῶν πολεμίων χαράκωμα τόν τε ἄργυρον ὅσπερ ἐνταῦθα ἔκειτο καὶ τὰ ἄλλα χρήματα ἥρπαζον.
19.29
ἀναστρέψαντες δὲ αὐτίκα οἱ Γότθοι πολλοὺς μὲν κτείνουσι τῶν ἐναντίων, ζῶντα δὲ Ἰσαάκην ξὺν ἑτέροις τισὶν οὐ πολλοῖς εἷλον. ἥκοντές τε ἱππεῖς παρὰ Βελισάριον δρόμῳ ἀγγέλλουσιν ὅτι δὴ ἔχοιτο πρὸς τῶν πολεμίων Ἰσαάκης.
19.30
Βελισάριος δὲ καταπλαγεὶς οἷς ἠκηκόει καὶ οὐ διερευνησάμενος ὁποίᾳ ποτὲ μηχανῇ Ἰσαάκης ἁλῴη, ἀλλ’ οἰόμενος τόν τε Πόρτον καὶ τὴν γυναῖκα ἀπολωλέναι καὶ ἅπαντα διεφθάρθαι σφίσι τὰ πράγματα ἄλλο τε οὐδὲν ἀπολελεῖφθαι ὀχύρωμα, ὅποι ἂν καταφυγόντες τὸ λοιπὸν σώζοιντο, ἐς ἀφασίαν ἐμπέπτωκεν οὐ γεγονὸς αὐτῷ πρότερον τοῦτό γε.
19.31
διὸ δὴ κατὰ τάχος ὀπίσω ὑπῆγε τὸ στράτευμα, ὡς ἐπιθησόμενος μὲν ἀτάκτοις ἔτι τοῖς πολεμίοις οὖσιν, ἀνασωσόμενος δὲ πάσῃ μηχανῇ τὸ χωρίον. Οὕτω μὲν ὁ Ῥωμαίων στρατὸς ἐνθένδε ἄπρακτοι ἀνεχώρησαν.