Thesauros Edebiyat Tarih Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι Procopius

Kitap 7

19.18 ἤδη δὲ καὶ ἐκ τῶν χαρακωμάτων ἐξαναστάντες ἐπὶ τὴν γέφυραν δρόμῳ ἐχώρουν. Τότε δὴ Βελισάριος τὰς ἀκάτους, ἐφ’ ὧν οἱ ό πύργος πεποίηται, ὡς ἀγχοτάτω ἀγαγὼν θατέρου τῶν πολεμίων πύργου, ὃς δὴ ἐπὶ τῆς κατὰ τὸν Πόρτον ὁδοῦ ἐπ’ αὐτο τοῦ ποταμοῦ τὸ ὕδωρ εἱστήκει, ἐκέλευε τὸν λέμβον ὑφάψαντας ὕπερθεν τῶν πολεμίων τοῦ πύργου ῥίπτειν.
19.19 καὶ Ῥωμαῖοι μὲν κατὰ ταῦτα ἐποίουν. ἐμπεσὼν δὲ τῷ πύργῳ ὁ λέμβος αὐτόν τε αὐτίκα μάλα ἐνέπρησε καὶ ξὺν αὐτῷ Γότθους ἅπαντας, ἐς διακοσίους μάλιστα ὄντας.
19.20 ἐκαύθη δὲ καὶ Ὅσδας σὺν αὐτοῖς, ὃς αὐτῶν ἦρχε, Γότθων ἁπάντων μαχιμώτατος ὤν. θαρσήσαντες δὲ ἤδη Ῥωμαῖοι τοὺς ἐκ τῶν χαρακωμάτων ἐπιβεβοηθηκότας βαρβάρους ἔτι μᾶλλον ἢ πρότερον ἔβαλλον.
19.21 οἱ δὲ καταπεπληγμένοι τοῖς ξυμπεσοῦσι στρέψαντες τὰ νῶτα, ὡς ἕκαστός πη ἠδύνατο, ἐς φυγὴν ὥρμηντο· τῆς τε γεφύρας Ῥωμαῖοι ἥπτοντο καὶ αὐτὴν ἔμελλον αὐτίκα μάλα διαφθείραντες πρόσω ἰέναι, ἔς τε Ῥώμην κομίζεσθαι οὐδενὸς ἔτι ἀντιστατοῦντος.
19.22 ἀλλ’ ἐπεὶ οὐκ ἦν ταῦτα βουλομένῃ τῇ τύχῃ, τῶν τινος φθονερῶν δαιμόνων μηχανὴ γέγονεν, ἣ τὰ Ῥωμαίων πράγματα ἔφθειρε τρόπῳ τοιῷδε.
19.23 Ἐν ᾧ τὰ στρατόπεδα τῇδε, ᾗπερ ἐρρήθη, ἐφέρετο, ἐν τούτῳ τις φήμη ἐπὶ πονηρῷ τῷ Ῥωμαίων ἐς Πόρτον ἐλθοῦσα περιήγγελλεν, ὡς νικῴη μὲν Βελισάριος, ἀνέλοιτο δὲ τὴν ἅλυσιν, διαφθείρας τοὺς ταύτῃ βαρβάρους, καὶ τὰ ἄλλα, ἅπερ μοι ἔμπροσθεν εἴρηται.
19.24 Ἰσαάκης δὲ ταῦτα ἀκούσας οὐκέτι οἷός τε ἦν ἐν αὑτῷ μένειν, ἀλλὰ κλέους τοῦδε μεταλαχεῖν ἐν σπουδῇ εἶχε. τάς τε Βελισαρίου ἐντολὰς ἀλογήσας, ὅτι τάχιστα ἐς τὴν ἑτέραν τοῦ ποταμοῦ ὄχθην ἀπιὼν ᾤχετο.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi