Thesauros Edebiyat Tarih Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι Procopius

Kitap 7

19.12 πέμψας δὲ καὶ παρὰ Βέσσαν τῇ προτεραίᾳ ἐκέλευε τῇ ἐπιγενησομένῃ ἡμέρᾳ πολλῷ στρατῷ ἐπεξιόντα ξυνταράξαι τὰ τῶν πολεμίων στρατόπεδα, ὅπερ οἱ καὶ πρότερον ἐπιστείλας πολλάκις ἤδη ἐτύγχανεν.
19.13 ἀλλὰ Βέσσας οὔτε πρότερον οὔτε ἐν ταύτῃ τῇ μάχῃ ἐπιτελῆ ποιεῖν τὰ ἐπαγγελλόμενα ἔγνω.
19.14 ἔτι γάρ οἱ μόνῳ τι τοῦ σίτου ἐλέλειπτο, ἐπεὶ ὅσον ἐς Ῥώμην οἱ Σικελίας ἄρχοντες πρότερον ἔπεμψαν τοῖς τε στρατιώταις ἐπαρκέσοντα καὶ τῷ δήμῳ παντί, αὐτὸς ὀλίγον μὲν κομιδῇ τῷ δήμῳ ἀφῆκε, τὸν δὲ πλεῖστον κεκομισμένος ἐπὶ τῷ τῶν στρατιωτῶν λόγῳ ἀπέκρυψεν, ὅνπερ τοῖς ἐκ βουλῆς ἀποδιδόμενος χρημάτων μεγάλων διαλύεσθαι τὴν πολιορκίαν ἥκιστα ἤθελε.
19.15 Βελισάριος μὲν οὖν καὶ ὁ Ῥωμαίων στόλος πόνῳ ἀναπλέοντες ἅτε τοῦ ῥεύματος σφίσιν ἀντιστατοῦντος ᾔεσαν. Γότθοι δὲ οὐδαμῆ ὑπηντίαζον, ἀλλ’ ἐν τοῖς χαρακώμασιν ἡσυχῆ ἔμενον.
19.16 ἤδη δὲ Ῥωμαῖοι ἄγχιστα τῆς γεφύρας γενόμενοι φρουρᾷ πολεμίων ἐνέτυχον, οἳ δὴ ἐφ’ ἑκάτερα τοῦ ποταμοῦ σειρᾶς σιδηρᾶς ἐπὶ τῇ φυλακῇ ἐτετάχατο, ἣν οὐ πολλῷ πρότερον ἐνταῦθα ἐναποθέμενος Τουτίλας ἔτυχεν, ἐκ τῆς ἑτέρας τοῦ Τιβέριδος ὄχθης ἄχρι ἐς τὴν ἑτέραν ἐξικνουμένην, ὅπως δὴ μηδὲ ὅσον ἐς τὴν γέφυραν ἰέναι οἱ ἐναντίοι εὐπετῶς δύνωνται.
19.17 καὶ αὐτῶν βάλλοντες τοὺς μὲν ἔκτειναν, τοὺς δὲ τρεψάμενοι καὶ τὴν ἅλυσιν ἀνελόμενοι εὐθὺ τῆς γεφύρας ἐχώρησαν. ἐπειδή τε τάχιστα ἐς αὐτὴν ἦλθον, ἔργου εἴχοντο, οἵ τε βάρβαροι ἐκ τῶν πύργων ἠμύνοντο καρτερώτατα.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi