Thesauros Edebiyat Tarih Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι Procopius

Kitap 7

18.21 οὐδὲ γὰρ ἑκόντας αὐτοὺς προσκεχωρηκέναι βαρβάροις τε καὶ Ἀρειανοῖς οὖσιν, ἀλλ’ ὡς μάλιστα πρὸς μὲν τῶν ἐναντίων βιαζομένους, πρὸς δὲ τῶν βασιλέως στρατιωτῶν ἀδικουμένους.
18.22 Ἰωάννου δὲ πάντα ἰσχυριζομένου πρὸς αὐτῶν τὸ λοιπὸν Ἰταλιώταις τἀγαθὰ ἔσεσθαι, ξὺν αὐτῷ ὁ Τουλλιανὸς ᾔει.
18.23 καὶ ἀπ’ αὐτοῦ ὑποψίᾳ οἱ στρατιῶται οὐδεμιᾷ ἐς Ἰταλιώτας ἔτι εἴχοντο, ἀλλὰ τὰ πλεῖστα τῶν ἐντὸς κόλπου τοῦ Ἰονίου φίλιά τε αὐτοῖς καὶ βασιλεῖ ἐγεγόνει κατήκοα.
18.24 Ἐπεὶ δὲ ταῦτα Τουτίλας ἤκουσε, Γότθων τριακοσίους ἀπολεξάμενος ἐς Καπύην πέμπει. οἷς δὴ ἐπέστελλεν, ἐπειδὰν τὸ ξὺν τῷ Ἰωάννῃ στράτευμα ἐνθένδε ἴδοιεν ἐς Ῥώμην ἰόντας, ἕπεσθαι σφίσιν αἴσθησιν αὐτοῖς οὐδεμίαν παρεχομένους·
18.25 αὐτῷ γὰρ τὰ ἄλλα μελήσειν. δείσας τε διὰ ταῦτα Ἰωάννης μὴ ἐς κύκλωσιν τῶν πολεμίων τινὰ ἐμπέσῃ, παρὰ Βελισάριον μὲν οὐκέτι ᾔει, ἐς δὲ Βριττίους καὶ Λευκανοὺς ἐχώρει.
18.26 Ἦν δέ τις ἐν Γότθοις Ῥεκιμοῦνδος, ἀνὴρ δόκιμος, ὅνπερ ὁ Τουτίλας ἐπὶ τῇ Βριττίων φρουρᾷ καταστησάμενος ἔτυχε, Γότθων τε καὶ Ῥωμαίων στρατιωτῶν καὶ Μαυρουσίων αὐτομόλων τινὰς ἔχοντα, ἐφ’ ᾧ ξὺν αὐτοῖς τόν τε κατὰ Σκύλλαν φυλάξει πορθμὸν καὶ τὴν ταύτῃ ἠϊόνα, ὡς μήτε ἐνθένδε τινὲς ἀπαίρειν ἐς Σικελίαν μήτε ἐκ τῆς νήσου ἐνταῦθα καταπλεῖν ἀδεέστερον οἷοί τε ὦσι.
18.27 τούτῳ τῷ στρατῷ μεταξὺ Ῥηγίου τε καὶ Βέβωνος ἀπροσδόκητος καὶ αὐτάγγελος Ἰωάννης ἐπιπεσὼν κατέπληξέ τε ἐκ τοῦ αἰφνιδίου οὐδεμιᾶς ἀλκῆς αὐτοὺς μεμνημένους, καὶ αὐτίκα ἐς φυγὴν ἔτρεψε.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi