Thesauros Edebiyat Tarih Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι Procopius

Kitap 7

18.8 Ἐπεὶ δὲ Βελισάριος πνεύματος ἐπιφόρου ἐπιπνεύσαντος ἐκ Δρυοῦντος ἀπέπλευσεν, οἵ τε Γότθοι ἀφροντιστήσαντες δίαιταν οὐ κατεσπουδασμένην ἐν Καλαβροῖς εἶχον καὶ ὁ Τουτίλας ἡσυχῆ μένων ἔτι μᾶλλον ἐφύλασσε τὰς ἐς Ῥώμην εἰσόδους, ὡς μή τι ἐσκομίζεσθαι τῶν ἐπιτηδείων δυνατὰ εἴη.
18.9 ἔν τε τῷ Τιβέριδι ἐπενόει τάδε. χῶρον κατανοήσας ᾗ μάλιστα ὁ ποταμὸς ἐν στενῷ κάτεισιν, ὅσον ἀπὸ σταδίων τῆς πόλεως ἐνενήκοντα, δοκοὺς ἐσάγαν μακρὰς ἐκ τῆς ἑτέρας ὄχθης ἄχρι ἐς τὴν ἑτέραν ἐξικνουμένας ἐνταῦθα ἐς γεφύρας κατέθετο σχῆμα.
18.10 πύργους τε δύο ξυλίνους παρ’ ἑκατέραν ὄχθην τεκτηνάμενος φυλακτήριον κατεστήσατο μαχίμων ἀνδρῶν, ὡς μηκέτι ἀκάτοις τισὶν ἢ πλοίοις ἄλλοις ἐκ τοῦ Πόρτου ἀναγομένοις ἐς τὴν πόλιν ἐσιτητὰ εἴη.
18.11 Ἐν τούτῳ δὲ Βελισάριος μὲν ἐς τὸν τῶν Ῥωμαίων λιμένα κατῆρε, καὶ τὸ ξὺν τῷ Ἰωάννῃ στράτευμα ἔμενεν. Ἰωάννης δὲ ἐς Καλαβρίαν διαπορθμεύεται, Γότθων ἥκιστα αἰσθομένων, οἲ δὴ ἀμφὶ τὸ Βρεντέσιον, ὥσπερ ἐρρήθη, διατριβὴν εἶχον.
18.12 δύο τε τῶν πολεμίων λαβὼν ἐπὶ κατασκοπῇ ὁδῷ ἰόντας τὸν μὲν ἕνα εὐθὺς ἔκτεινεν, ἅτερος δὲ αὐτοῦ τῶν γονάτων λαβόμενος ζωγρεῖσθαι ἠξίου.
18.13 “Οὐ γὰρ ἀχρεῖός σοι,” ἔφη, “καὶ τῷ Ῥωμαίων στρατῷ ἔσομαι.” ἐρομένου δὲ αὐτὸν Ἰωάννου, τί δὲ οὐκ ἀπολούμενος συνοίσειν ποτὲ Ῥωμαίοις τε καὶ αὐτῷ μέλλει, Γότθοις ὁ ἄνθρωπος ὡς ἥκιστα προσδεχομένοις ἐπιστήσειν αὐτὸν ὑπέσχετο.
18.14 καὶ ὃς ἀτυχήσειν μὲν αὐτὸν τῆς δεήσεως οὐδαμῆ ἔφασκε, χρῆναι δέ οἱ πρῶτα τὰς τῶν ἵππων νομὰς ἐνδεικνύναι. ἐπεὶ οὖν ὡμολόγει καὶ ταῦτα ὁ βάρβαρος σὺν αὐτῷ ᾔει.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi