Thesauros Edebiyat Tarih Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι Procopius

Kitap 7

16.23 ὅπως τοίνυν καὶ ὕστερον μὴ ταῦτα πάθοιμεν προνοεῖν ἄξιον. τοὺς γὰρ ἅπαξ ἀγνοίᾳ σφαλέντας ἐς τὴν αὐτὴν αὖθις ἐκπεπτωκέναι κακοπραγίαν οὐ προειδομένους τὴν ἀπὸ τῆς πείρας ἤδη συνειθισμένην αὐτοῖς συμφοράν, οὐ τύχης ἐναντίωμα γεγενῆσθαι δοκεῖ, ἀλλ’ ἐς ἄνοιαν τῶν ἐπταικότων, ὡς τὸ εἰκός,
16.24 περιίστασθαι. προσθείη δ’ ἄν τις ὡς καὶ τὸν Ῥώμης καθαιρεθῆναι περίβολον μάλιστα πάντων ὑμῖν ξυνοίσει. οὐδὲ μεθ’ ἑτέρων γὰρ τὸ λοιπὸν καθειργμένοι πάντων τε ἀποκεκλεισμένοι τῶν ἀναγκαίων, πολιορκηθήσεσθε πρὸς τῶν ἐπιόντων, ἀλλὰ κινδυνεύσουσι μὲν τῇ μάχῃ πρὸς ἀλλήλους ἑκάτεροι, ἆθλον δὲ τῶν νικώντων ὑμεῖς οὐ μετὰ κινδύνων ὑμετέρων γενήσεσθε.
16.25 τῶν μέντοι προσκεχωρηκότων ἡμῖν οἰκετῶν ἕνεκα τοσαῦτα ἐροῦμεν, ὡς, ἤνπερ ἐκείνους συνταξαμένους τε ἡμῖν ἐπὶ τοὺς ἐναντίους καὶ παρ’ ἡμῶν τὴν ὁμολογίαν κεκομισμένους τοῦ μή ποτε αὐτοὺς τοῖς πάλαι κεκτημένοις προήσεσθαι τανῦν ἐγχειρίσειν ὑμῖν γνοίημεν, οὐδὲ πρὸς ὑμᾶς τὸ πιστὸν ἕξομεν.
16.26 οὐ γὰρ ἔστιν, οὐκ ἔστι, τὸν τῶν ξυγκειμένων ἐς τοὺς ἁπάντων οἰκτροτάτους ὀλιγωροῦντα βέβαιον ἐς τῶν ἄλλων τινὰ τὴν αὑτοῦ γνώμην ἐνδείκνυσθαι, ἀλλ’ ὥσπερ τῆς φύσεως ἄλλο τι γνώρισμα ἐς πάντας τοὺς αὐτῷ ξυμβάλλοντας τὴν ἀπιστίαν ἀεὶ περιφέρειν φιλεῖ.”
16.27 Τουτίλας μὲν τοσαῦτα εἶπε, Πελάγιος δὲ ἀμείβεται ὧδε· “Κατεσπουδάσθαι σοι μάλιστα πάντων ἐμέ τε, ὦ γενναῖε, καὶ τὸ τῆς πρεσβείας ὑπειπὼν ὄνομα ἐν μοίρᾳ ἡμᾶς τῇ ἀτιμοτάτῃ ξυνέταξας.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi