Kitap 7
15.10
αἱ μὲν οὖν νῆες αὗται ἔπλεον ἐπὶ τὸν Ῥωμαίων λιμένα, αἰσθόμενοι δὲ οἱ πολέμιοι χρόνῳ τε βραχεῖ προτερήσαντες ἐν τῷ λιμένι ἐγένοντο καὶ τῶν τειχῶν ἐντὸς σφᾶς αὐτοὺς ἔκρυψαν, ὅπως, ἐπειδὰν τάχιστα αἱ νῆες ἐνταῦθα κατάρωσι, κρατήσωσιν αὐτῶν οὐδενὶ πόνῳ.
15.11
ὅπερ κατιδόντες ὅσοι φρουρὰν ἐν Πόρτῳ εἶχον, ἔς τε τὰς ἐπάλξεις ἀνέβαινον ἅπαντες καὶ τὰ ἱμάτια σείοντες τοῖς ἐν ταῖς ναυσὶ σημαίνειν ἐβούλοντο μὴ πρόσω ἰέναι, ἀλλ’ ἑτερωσε, ὅπη παρατύχῃ,
15.12
ἐκτρέπεσθαι. οἱ δὲ τῶν ποιουμένων οὐ ξυνιέντες, ἀλλὰ χαίρειν τε τοὺς ἐν τῷ Πόρτῳ Ῥωμαίους οἰόμενοι καὶ σφᾶς ἐπὶ τὸν λιμένα παρακαλεῖν, τοῦ πνεύματος αὐτοῖς ἐπιφόρου ὄντος, ἐντὸς τοῦ λιμένος κατὰ τάχος ἐγένοντο.
15.13
ἔπλεον δὲ ταῖς ναυσὶν ἄλλοι τε Ῥωμαίων πολλοὶ καί τις ἐπίσκοπος Βαλεντῖνος ὄνομα. ἔκ τε τῶν ἐνεδρῶν ἀναστάντες οἱ βάρβαροι τῶν πλοίων ἁπάντων οὐδενὸς ἀμυνομένου ἐκράτησαν.
15.14
καὶ τὸν μὲν ἐπίσκοπον ζωγρήσαντες παρὰ τὸν Τουτίλαν ἤγαγον, τοὺς δὲ ἄλλους ἅπαντας ἔκτειναν, καὶ τὰς ναῦς σὺν τοῖς φορτίοις ἐφέλκοντες ᾤχοντο.
15.15
τούτου ὁ Τουτίλας ἀνεπυνθάνετο τοῦ ἱερέως ὅσα ἐβούλετο, ἐπενεγκών τε αὐτῷ, ὅτι δὴ ὡς ἥκιστα ἀληθίζεται, ἄμφω τὼ χεῖρε ἀπέκοψε.
15.16
ταῦτα μὲν δὴ οὕτω γενέσθαι τετύχηκε. καὶ ὁ χειμὼν ἔληγε, καὶ τὸ ἑνδέκατον ἔτος ἐτελεύτα τῷ πολέμῳ τῷδε, ὃν Προκόπιος ξυνέγραψε.
16.1
Βιγίλιος δέ, ὁ τῆς Ῥώμης ἀρχιερεύς, βασιλεῖ ἐς Βυζάντιον ἐκ Σικελίας μετάπεμπτος ἦλθεν. ἐτύγχανε γὰρ πολύν τινα χρόνον διὰ τοῦτο ἐν Σικελίᾳ διατριβὴν ἔχων.