Kitap 7
15.3
Βέσσᾳ δὲ ταῦτα οὐδαμῆ ἤρεσκε, καίπερ ἐς τρισχιλίους στρατιώτας ξὺν αὑτῷ ἔχοντι. διὸ δὴ καὶ Βαλεντῖνός τε καὶ Φωκᾶς ξὺν πεντακοσίοις ἐκ τοῦ ἀπροσδοκήτου ἐπισκήψαντες τῷ τῶν πολεμίων στρατοπέδῳ ὀλίγους μέν τινας ἔκτειναν, αἴσθησίς τε τοῦ ἐνθένδε θορύβου τοῖς πολιορκουμένοις ταχὺ γέγονεν.
15.4
ὡς δὲ οὐδεὶς ἐκ τῆς πόλεως ἐπεξῄει, κατὰ τάχος ἐς τὸν λιμένα κακῶν παντάπασιν ἀπαθεῖς ἀνεχώρησαν.
15.5
Πέμψαντές τε παρὰ Βέσσαν αὖθις ᾐτιῶντο μὲν ὄκνησίν τινα οὐ δέον αὐτῷ ἐμπεπτωκέναι, ἰσχυριζόμενοι δὲ ὡς ὀλίγῳ ὕστερον ἑτέραν ἐπεκδρομὴν ἐς τοὺς πολεμίους ποιήσονται παρεκάλουν καὶ αὐτὸν ἐς καιρὸν τοῖς βαρβάροις ἐπιθέσθαι δυνάμει τῇ πάσῃ.
15.6
ὁ δὲ οὐδέν τι ἧσσον τὸ μὴ τοῖς ἐναντίοις ἐπεξιόντα διακινδυνεύειν ἀπεῖπεν. οἱ μέντοι ἀμφὶ Βαλεντῖνόν τε καὶ Φωκᾶν ξὺν στρατῷ πλείονι τοῖς πολεμίοις ἐμπεσεῖσθαι διενοοῦντο καὶ ἐν παρασκευῇ ἤδη ἐγένοντο.
15.7
στρατιώτης δέ τις ὑπὸ Ἰννοκεντίῳ ταττόμενος αὐτόμολος παρὰ Τουτίλαν ἥκων ἀγγέλλει ὡς ἡμέρᾳ τῇ ἐπιγενησομένῃ ἔφοδος ἐκ τοῦ Πόρτου ἐπ’ αὐτοὺς ἔσται.
15.8
καὶ ὃς τῶν χωρίων ὅσα ἐπιτηδείως ἐς τοῦτο εἶχεν ἐνέδραις ἔγνω προλοχίζειν ἀνδρῶν μαχίμων. οὗ δὴ τῇ ὑστεραίᾳ Βαλεντῖνός τε καὶ Φωκᾶς ξὺν τοῖς ἑπομένοις ἐμπεπτωκότες τούς τε πλείστους ἀποβάλλουσι καὶ αὐτοὶ θνήσκουσιν. ὀλίγοι δέ τινες μόλις διαφυγόντες ἐς τὸν Πόρτον κομίζονται.
15.9
Τότε καὶ Βιγίλιος, ὁ τῆς Ῥώμης ἀρχιερεύς, ἐν Σικελίᾳ διατριβὴν ἔχων ναῦς ὅτι πλείστας σίτου ἐμπλησάμενος ἔπεμψεν, οἰόμενος ὅτῳ δὴ τρόπῳ τοῖς τὰ φορτία παραπέμπουσιν ἐς τὴν Ῥώμην ἐσιτητὰ εἶναι.