Thesauros Edebiyat Tarih Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι Procopius

Kitap 7

14.28 δίαιταν δὲ σκληράν τε καὶ ἀπημελημένην, ὥσπερ οἱ Μασσαγέται, καὶ αὐτοὶ ἔχουσι, καὶ ῥύπου ᾗπερ ἐκεῖνοι ἐνδελεχέστατα γέμουσι, πονηροὶ μέντοι ἢ κακοῦργοι ὡς ἥκιστα τυγχάνουσιν ὄντες, ἀλλὰ κἀν τῷ ἀφελεῖ διασώζουσι τὸ Οὐννικὸν ἦθος.
14.29 καὶ μὴν καὶ ὄνομα Σκλαβηνοῖς τε καὶ Ἄνταις ἓν τὸ ἀνέκαθεν ἦν· Σπόρους γὰρ τὸ παλαιὸν ἀμφοτέρους ἐκάλουν, ὅτι δὴ σποράδην, οἶμαι, διεσκηνημένοι τὴν χώραν οἰκοῦσι.
14.30 διὸ δὴ καὶ γῆν τινα πολλὴν ἔχουσι· τὸ γὰρ πλεῖστον τῆς ἑτέρας τοῦ Ἴστρου ὄχθης αὐτοὶ νέμονται. τὰ μὲν οὖν ἀμφὶ τὸν λεὼν τοῦτον ταύτῃ πη ἔχει.
14.31 Ἄνται δὲ τότε ἀγειρόμενοι, ὥσπερ ἐρρήθη, τὸν ἄνδρα τοῦτον ἠνάγκαζον ὁμολογεῖν σφίσιν ὅτι Χιλβούδιος αὐτὸς ὁ Ῥωμαίων στρατηγὸς εἴη.
14.32 ἀρνηθέντα τε κολάζειν ἠπείλουν. ἐν ᾧ δὲ ταῦτα ἐπράσσετο τῇδε, ἐν τούτῳ βασιλεὺς Ἰουστινιανὸς πρέσβεις τινὰς παρὰ τούτους δὴ τοὺς βαρβάρους στείλας ἠξίου ξυνοικίζεσθαι ἅπαντας εἰς πόλιν ἀρχαίαν, Τούρριν ὄνομα, ἣ κεῖται μὲν ὑπὲρ ποταμὸν Ἴστρον, Τραϊανοῦ τοῦ Ῥωμαίων αὐτοκράτορος ἐν τοῖς ἄνω χρόνοις αὐτὴν δειμαμένου, ἔρημος δὲ ἐκ παλαιοῦ ἐτύγχανεν οὖσα, ληϊσαμένων αὐτὴν τῶν ταύτῃ βαρβάρων.
14.33 ταύτῃ γὰρ αὐτοὺς καὶ τῇ ἀμφ’ αὐτὴν χώρᾳ Ἰουστινιανὸς βασιλεὺς ἅτε προσηκούσῃ τὸ ἐξ ἀρχῆς Ῥωμαίοις ὡμολόγει δεδωρήσεσθαι καὶ σφίσι ξυνοικιεῖν μὲν δυνάμει τῇ πάσῃ, χρήματα δὲ μεγάλα σφίσι προΐεσθαι, ἐφ’ ᾧ οἱ ἔνσπονδοι τὸ λοιπὸν ὄντες Οὔννοις ἐμπόδιοι ἐς ἀεὶ γένωνται, καταθεῖν βουλομένοις τὴν Ῥωμαίων ἀρχήν.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi