Kitap 7
13.16
οἷς μὲν γὰρ ἐπιπνεῖ ἐξ οὐρίας τὸ πνεῦμα τῆς τύχης καὶ τὰ χείριστα βουλευομένοις οὐδὲν ἀπαντιάσει δεινόν, ἀντιπεριάγοντος αὐτὰ τοῦ δαιμονίου ἐς πᾶν ξύμφορον·
13.17
ἀνδρὶ δέ, οἶμαι, κακοτυχοῦντι εὐβουλία οὐδαμῆ πάρεστι, παραιρουμένου αὐτὸν ἐπιστήμην τε καὶ ἀληθῆ δόξαν τοῦ χρῆναι παθεῖν.
13.18
ἢν δέ τι καὶ βουλεύσηταί ποτε τῶν δεόντων, ἀλλὰ πνέουσα τῷ βουλεύσαντι ἀπ’ ἐναντίας εὐθὺς ἡ τύχη ἀντιστρέφει αὐτῷ τὴν εὐβουλίαν ἐπὶ τὰ πονηρότατα τῶν ἀποβάσεων.
13.19
ἀλλὰ ταῦτα μὲν εἴτε ταύτῃ εἴτε ἐκείνῃ ἔχει οὐκ ἔχω εἰπεῖν. Βελισάριος δὲ Ἰουστῖνον ἐπὶ τῇ Ῥαβέννης φυλακῇ καταστησάμενος ξὺν ὀλίγοις τισὶν αὐτὸς ἐνθένδε διά τε Δαλματίας καὶ τῶν ταύτῃ χωρίων κομίζεται ἐς Ἐπίδαμνον, ἵνα δὴ στράτευμα ἐκ Βυζαντίου καραδοκῶν ἡσυχῆ ἔμενε. γράψας τε βασιλεῖ γράμματα, τύχας τὰς παρούσας ἐσήγγελλεν.
13.20
ὁ δέ οἱ οὐ πολλῷ ὕστερον Ἰωάννην τε τὸν Βιταλιανοῦ ἀνεψιὸν καὶ Ἰσαάκην Ἀρμένιον Ἀρατίου τε καὶ Ναρσοῦ ἀδελφὸν ξὺν στρατῷ ἔπεμψε βαρβάρων τε καὶ Ῥωμαίων στρατιωτῶν.
13.21
οἳ δὴ ἐς Ἐπίδαμνον ἀφικόμενοι Βελισαρίῳ ξυνέμιξαν. Καὶ Ναρσῆν δὲ τὸν εὐνοῦχον παρὰ τῶν Ἐρούλων τοὺς ἄρχοντας ἔπεμψεν, ἐφ’ ᾧ δὴ αὐτῶν τοὺς πολλοὺς πείσει ἐς Ἰταλίαν στρατεύεσθαι.
13.22
καὶ αὐτῷ τῶν Ἐρούλων πολλοὶ εἵποντο, ὧν ἄλλοι τε καὶ Φιλημοὺθ ἦρχον καὶ ξὺν αὐτῷ ἐς τὰ ἐπὶ Θρᾴκης χωρία ἦλθον. ἐνταῦθα γὰρ διαχειμάσαντες ἔμελλον ἅμα ἦρι ἀρχομένῳ παρὰ Βελισάριον στέλλεσθαι.
13.23
ξυνῆν δὲ αὐτοῖς καὶ Ἰωάννης, ὃν ἐπίκλησιν ἐκάλουν Φαγᾶν. καὶ αὐτοῖς ἐν ταύτῃ τῇ πορείᾳ ξυνέβη τις τύχη μεγάλα Ῥωμαίους ἀγαθὰ ἐκ τοῦ ἀπροσδοκήτου ἐργάσασθαι.