Thesauros Edebiyat Tarih Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι Procopius

Kitap 7

13.1 Μετὰ δὲ Τουτίλας ἐπὶ Ῥώμην ᾔει, καὶ ἐπεὶ ἀγχοῦ ἐγένετο, ἐς πολιορκίαν καθίστατο· τοὺς μέντοι γεωργοὺς οὐδὲν ἄχαρι ἀνὰ πᾶσαν τὴν Ἰταλίαν εἰργάσατο, ἀλλὰ τὴν γῆν ἀδεῶς ἐκέλευεν, ᾗπερ εἰώθασιν, ἐς ἀεὶ γεωργεῖν, τοὺς φόρους αὐτῷ ἀποφέροντας ὅσους τὸ πρότερον ἔς τε τὸ δημόσιον καὶ ἐς τοὺς κεκτημένους ἀποφέρειν ἠξίουν.
13.2 Γότθων δέ τινων ἄγχιστα τοῦ Ῥώμης περιβόλου ἀφικομένων Ἀρτασίρης τε καὶ Βαρβατίων, πολλούς τε τῶν ἑπομένων ἐπαγαγόμενοι, Βέσσα ὡς ἥκιστα ἐπαινοῦντος, ἐπεκδρομὴν ἐπ’ αὐτοὺς ἐποιήσαντο.
13.3 καὶ πολλοὺς μὲν εὐθὺς ἔκτειναν, τοὺς δὲ λοιποὺς ἐς φυγὴν ἔτρεψαν. οἷς δὴ ἐπισπόμενοι, ἔς τε τὴν δίωξιν ἐπὶ πλεῖστον ἐκπεπτωκότες ἐνέδραις ὑπὸ τῶν πολεμίων ἐνέτυχον.
13.4 οὗ δὴ τοὺς πλείστους ἀποβαλόντες αὐτοὶ ξὺν ὀλίγοις τισὶ διέφυγον μόλις, καὶ τὸ λοιπὸν ἐπεξιέναι τοῖς ἐναντίοις, καίπερ ἐγκειμένοις, οὐκέτι ἐτόλμων.
13.5 Καὶ ἀπ’ αὐτοῦ λιμός τις ἀκριβὴς τοὺς Ῥωμαιους ἐπίεζεν, οὐκέτι δυναμένους τι τῶν ἀναγκαίων ἐκ τῶν ἀγρῶν εἰσκομίζεσθαι, καὶ τῶν ἐκ θαλάσσης ἀποκεκλεισμένων φορτίων.
13.6 ἐπειδὴ γὰρ Γότθοι Νεάπολιν εἷλον, ναυτικὸν ἐνταῦθα καταστησάμενοι ἀκάτων πολλῶν κἀν ταῖς νήσοις ταῖς Αἰόλου καλουμέναις καὶ ὅσαι ἄλλαι τῇδε ἐπίκεινται, ἐς τὸ ἀκριβὲς τὸν διάπλουν ἐφύλασσον.
13.7 ὅσαι οὖν νῆες ἐκ Σικελίας ἀναγόμεναι ἔπλεον ἐπὶ τὸν Ῥωμαίων λιμένα, πᾶσαι γεγόνασιν αὐτοῖς ἀνδράσιν ὑπὸ ταῖς ἐκείνων χερσί.
13.8 Τουτίλας δὲ στράτευμα ἐς Αἰμιλίαν πέμψας, πόλιν Πλακεντίαν ἐξελεῖν ἢ βίᾳ ἢ ὁμολογίᾳ ἐκέλευεν.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi