Kitap 7
12.14
ὧν ἢν μὴ ἐπικουρία τις αὐτοῖς ἐπιγένηται, αὑτόν τε καὶ τὴν πόλιν ξύν τε τοῖς στρατιώταις καὶ τοῖς ἐνοικοῦσι Γότθοις ἐνδώσειν. τόν τε παῖδα ὅμηρον ἐπὶ ταύτῃ τῇ ὁμολογίᾳ παρέσχετο.
12.15
ἐπειδὴ δὲ παρῆν μὲν ἡ κυρία, στράτευμα δὲ οὐδαμόθεν Ῥωμαίων ἦλθεν, Ἡρωδιανός τε καὶ ὅσοι φρουρὰν ἐνταῦθα εἶχον κατὰ τὰ ξυγκείμενα Τουτίλᾳ καὶ Γότθοις σφᾶς τε αὐτοὺς καὶ Σπολίτιον ἐνεχείρισαν.
12.16
φασὶ δὲ Ἡρωδιανὸν κατὰ τὸ ἐς Βελισάριον ἔχθος αὑτόν τε καὶ Σπολίτιον Γότθοις ἐνδοῦναι· λογισμοὺς γὰρ αὐτὸν Βελισάριος τῶν βεβιωμένων ἠπείλησε πράξειν. Τὰ μὲν οὖν ἀμφὶ Σπολιτίῳ ταύτῃ ἐχώρησε.
12.17
Σισίφριδος δὲ ξὺν τοῖς ἑπομένοις ἐπεκδρομὴν ποιησάμενος, τῶν τε ξὺν αὐτῷ πλείστους ἀποβάλλει καὶ αὐτὸς θνήσκει.
12.18
Ἀσίσηνοί τε τοῖς παροῦσιν ἀπορούμενοι, αὐτίκα τὴν πόλιν τοῖς πολεμίοις ἐνέδοσαν. πέμψας δὲ καὶ παρὰ Κυπριανὸν εὐθὺς Τουτίλας, ἐνδοῦναί οἱ αὐτῷ Περυσίαν ἠξίου, δεδιττόμενος μὲν ἢν ἀπειθήσῃ, χρήμασι δὲ αὐτὸν δωρήσασθαι μεγάλοις ἐπαγγελλόμενος,
12.19
ἤν γε ταῦτα ἐπιτελοίη. ἐπεί τέ οί πρὸς Κυπριανοῦ οὐδὲν προὐχώρει, τῶν ἐκείνου δορυφόρων ἕνα, Οὔλιφον ὄνομα, χρήμασιν ἀναπείθει δόλῳ τὸν ἄνθρωπον διαχρήσασθαι.
12.20
Οὔλιφος μὲν οὖν μόνῳ τῷ Κυπριανῷ ἐντυχὼν ἔκτεινέ τε αὐτὸν καὶ παρὰ Τουτίλαν φεύγων ᾤχετο. οὐδὲν δὲ ἧσσον οἱ Κυπριανοῦ στρατιῶται βασιλεῖ τὴν πόλιν ἐφύλασσον· διὸ δὴ Γότθοι ἐνθένδε ἀναχωρεῖν ἔγνωσαν.