Kitap 7
12.6
χρημάτων δὲ πρόσοδον ἐξ Ἰταλίας πορίζεσθαι ἡμῖν ἀδύνατά ἐστι, πάλιν πρὸς τῶν πολεμίων κατειλημμένης.
12.7
διὸ δὴ καὶ ὑπερήμεροι γεγενημένοι ἐς τῶν στρατιωτῶν τὰς συντάξεις ἐπιτάττειν αὐτοῖς ἥκιστα ἔχομεν· ἀφείλετο γὰρ ἡμῶν τὴν παρρησίαν τὸ ὄφλημα.
12.8
εὖ δὲ καὶ τοῦτο, ὦ δέσποτα, ἴσθι, ὡς τῶν ὑπὸ σοὶ στρατευομένων οἱ πλείους πρὸς τοὺς πολεμίους ηὐτομοληκότες τυγχάνουσιν ὄντες.
12.9
εἰ μὲν οὖν ἔδει Βελισάριον ἐς Ἰταλίαν στέλλεσθαι μόνον, ἄριστά σοι τὰ ἐς τὸν πόλεμον παρεσκεύασται· εἰμὶ γὰρ ἐν Ἰταλιώταις ἤδη που μέσοις· εἰ δὲ περιεῖναι βούλει τῷ πολέμῳ τῶν δυσμενῶν, καὶ τὰ ἄλλα ἐξαρτύεσθαι δεῖ.
12.10
στρατηγὸς γάρ τις, οἶμαι, τῶν ὑπουργούντων χωρὶς οὐκ ἂν γένοιτο. δορυφόρους τοίνυν καὶ ὑπασπιστὰς τοὺς ἐμοὺς μάλιστά μοι πάντων σταλῆναι προσήκει, ἔπειτα πάμπολύ τι πλῆθος Οὔννων τε καὶ ἄλλων βαρβάρων, οἷς καὶ χρήματα ἤδη δοτέον.”
12.11
Τοσαῦτα μὲν Βελισάριος ἔγραψεν. Ἰωάννης δὲ χρόνον ἐν Βυζαντίῳ διατρίψας πολὺν οὐδὲν μὲν διεπράξατο ὧν ἕνεκα ἦλθεν, ἔγημε δὲ τοῦ Γερμανοῦ βασιλέως ἀνεψιοῦ παῖδα.
12.12
ἐν τούτῳ δὲ Τουτίλας Φίρμον τε καὶ Ἄσκουλον ὁμολογίᾳ εἷλεν· ἐς Τούσκους τε ἀφικόμενος Σπολίτιόν τε καὶ Ἀσίσην ἐπολιόρκει. ἦρχε δὲ τοῦ μὲν ἐν Σπολιτίῳ φυλακτηρίου Ἡρωδιανός, τοῦ δὲ ἐν Ἀσίσῃ Σισίφριδος, Γότθος μὲν γένος, εὐνοϊκῶς δὲ λίαν ἔς τε Ῥωμαίους καὶ τὰ βασιλέως πράγματα ἔχων.
12.13
Ἡρωδιανὸς μὲν οὖν τοῖς πολεμίοις ἐς λόγους ἦλθεν, ἐφ’ ᾧ τριάκοντα ἡμέρας ἡσυχῆ μείνωσιν.