Kitap 7
11.32
Ἔστι δὲ πολίσματα δύο πρὸς τῇ ἀκτῇ τοῦ Ἰονίου κόλπου, Πίσαυρός τε καὶ Φανός, μεταξὺ τῆς τε Αὐξίμου καὶ Ἀριμίνου πόλεως κείμενα. ὧν δὴ τὰς οἰκίας τοῦδε τοῦ πολέμου κατ’ ἀρχὰς Οὐίττιγις ἐμπρήσας τὰ τείχη καθεῖλεν ἄχρι ἐς ἥμισυ μάλιστα, ὅπως μὴ καταλαβόντες αὐτὰ Ῥωμαῖοι πράγματα Γότθοις παρέξωσι.
11.33
τούτων θάτερον, Πίσαυρον, Βελισάριος καταλαβεῖν ἔγνω· ἔδοξε γάρ οἱ ἐς ἵππων νομὰς ἐπιτηδείως τὸ χωρίον κεῖσθαι. πέμψας οὖν νύκτωρ τῶν οἱ ἐπιτηδείων τινὰς ἐς τὸ ἀκριβὲς εὖρός τε καὶ μῆκος πύλης ἑκάστης ξυνεμετρήσατο λάθρα.
11.34
τάς τε πύλας τεκτηνάμενος καὶ σιδήρῳ περιβαλὼν εἶτά τισιν ἀκατίοις ἐνθέμενος ἔπεμψεν, ἃς δὴ ἐκέλευε τοὺς ἀμφὶ Σαβινιανόν τε καὶ Θουριμοὺθ κατὰ τάχος τοῖς τείχεσιν ἐναρμόσαντας ἐντὸς τοῦ περιβόλου μένειν, ἔν τε τῷ ἀσφαλεῖ γενομένους ὅσα τοῦ περιβόλου κατεπεπτώκει, ὅτῳ δὴ ἀνοικοδομήσασθαι τρόπῳ, λίθους τε καὶ πηλὸν καὶ ἄλλο ὁτιοῦν ἐμβαλλομένους. οἱ μὲν οὖν κατὰ ταῦτα ἐποίουν.
11.35
Τουτίλας δὲ μαθὼν τὰ πρασσόμενα στρατῷ πολλῷ ἐπ’ αὐτοὺς ἦλθε.
11.36
καὶ ἀποπειρασάμενος χρόνον τε ἐνταῦθα διατρίψας τινά, ἐπεὶ ἐξελεῖν οὐχ οἷός τε ἦν, ἄπρακτος ἐν Αὐξίμῳ εἰς τὸ στρατόπεδον ἀνεχώρησεν.
11.37
Ἐπεξῄει δὲ Ῥωμαίων ἔτι τοῖς πολεμίοις οὐδείς, ἀλλ’ ἐντὸς τειχῶν ἕκαστοι ἔμενον. ἀλλὰ καὶ τῶν δορυφόρων τῶν αὑτοῦ δύο Βελισάριος ἐς Ῥώμην στείλας, Ἀρτασίρην τε, ἄνδρα Πέρσην, καὶ Βαρβατίωνα Θρᾷκα, ὡς ξυμφυλάξοντας Βέσσᾳ τὴν πόλιν ὃς ἐνταῦθα ἐτύγχανεν ὤν, ἐπέστελλε τοῖς πολεμίοις ὡς ἥκιστα ἐπεξιέναι.