Thesauros Edebiyat Tarih Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι Procopius

Kitap 7

11.24 τοῦ δέ οἱ ἵππου ἐν δυσχωρίᾳ ὀκλάσαντος, κραυγή τε πολλὴ τῶν πολεμίων γέγονε καὶ τὰ δοράτια ἠκόντιζον ἐπ’ αὐτὸν ἅπαντες. ὧν δὴ Ῥωμαῖοι αἰσθόμενοι ἐβοήθουν δρόμῳ.
11.25 καὶ Ῥικίλας μὲν δόρασι πολλοῖς κεκαλυμμένος θνήσκει, τρέψαντες δὲ τοὺς ἐναντίους οἱ ἀμφὶ Θουριμούθ, ἄραντές τε τὸν νεκρόν, ἐς Αὔξιμον πόλιν ἐκόμισαν, οὐκ ἐπαξίως τῆς ἀρετῆς τὴν τοῦ βίου καταστροφὴν κληρωσάμενον.
11.26 Ἔπειτα Σαβινιανός τε καὶ Θουριμοὺθ Μάγνῳ κοινολογησάμενοι ἀξύμφορον σφίσιν εὕρισκον εἶναι περαιτέρω διατριβήν τινα ἐνταῦθα ποιεῖσθαι, λογισάμενοι ὅτι δὴ οὔτε τοῖς πολεμίοις πολλοῖς γε οὖσιν ἀξιόμαχοί ποτε γένοιντο καὶ τὰς τῶν πολιορκουμένων καταδαπανῶντες τροφὰς ἁλώσιμον ἔτι θᾶσσον τὴν πόλιν τοῖς ἐναντίοις ποιήσονται.
11.27 καὶ ἐπεὶ ταῦτα ἐδέδοκτο, αὐτοὶ μὲν καὶ οἱ χίλιοι παρεσκευάζοντο εἰς τὴν ἄφοδον, ὡς νύκτωρ τῆς ἀποπορείας ἀρξόμενοι· αὐτίκα δὲ τῶν τις στρατιωτῶν αὐτομολήσας λάθρα ἐς τὸ τῶν πολεμίων στρατόπεδον ἔκπυστα ἐποίησε τὰ πρασσόμενα.
11.28 Τουτίλας τοίνυν ἄνδρας δισχιλίους ἀριστίνδην ἀπολεξάμενος νυκτὸς ἐπιλαβούσης ἐφύλασσε τὰς ὁδοὺς ἀπὸ σταδίων Αὐξίμου τριάκοντα, οὐδενὶ αἴσθησιν παρεχόμενος.
11.29 οἳ ἐπεὶ παριόντας ἀμφὶ νύκτα μέσην τοὺς πολεμίους εἶδον, σπασάμενοι τὰ ξίφη ἔργου εἴχοντο.
11.30 καὶ αὐτῶν διακοσίους μὲν ἔκτειναν, Σαβινιανὸς δὲ καὶ Θουριμοὺθ ξὺν τοῖς λοιποῖς ἅτε ἐν σκότῳ λαθεῖν τε καὶ φυγεῖν ἐς τὴν Ἀρίμινον ἴσχυσαν.
11.31 τῶν μέντοι ὑποζυγίων ἁπάντων Γότθοι ἐκράτησαν, ἃ τῶν στρατιωτῶν τήν τε θεραπείαν καὶ τὰ ὅπλα καὶ τὰ ἱμάτια ἔφερεν.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi