Thesauros Edebiyat Tarih Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι Procopius

Kitap 7

1.22 Βελισάριος μὲν οὖν τῷ τε ἀξιώματι καὶ τῇ γνώμῃ, ὥσπερ ἐρρήθη, δυνατὸς γεγονὼς τά τε ξυνοίσοντα τοῖς βασιλέως πράγμασιν ἐβουλεύετο καὶ τὰ δεδογμένα ἔπρασσεν ἀεὶ αὐτονόμῳ γνώμῃ.
1.23 οἱ δὲ ἄλλοι ἄρχοντες, ἴσοι μᾶλλον αὐτοὶ πρὸς ἀλλήλους ὄντες καὶ οὐδὲν ὅτι μὴ κέρδη οἰκεῖα ἐν νῷ ἔχοντες διαπράσσεσθαι, τούς τε Ῥωμαίους ληΐζεσθαι καὶ τοῖς στρατιώταις ἐνδιδόναι τοὺς κατηκόους ἤδη ἤρξαντο, καὶ οὔτε αὐτοὶ ἐφρόνουν τὰ δέοντα ἔτι οὔτε τοὺς στρατιώτας τῶν παραγγελλομένων ἐπακούοντας εἶχον.
1.24 διὸ δὴ πολλά τε αὐτοῖς ἡμαρτήθη καὶ τὰ πράγματα διεφθάρη Ῥωμαίοις ξύμπαντα ἐν χρόνῳ ὀλίγῳ. ἅπερ ἐγὼ ὅτῳ δὴ τρόπῳ ἐρῶν ἔρχομαι.
1.25 Ἐπειδὴ Βελισάριον ἐκ Ῥαβέννης ἀναστάντα ὁδῷ ἰέναι Ἰλδίβαδος ἐπύθετο, τούς τε βαρβάρους ξυνῆγεν ἀμφ’ αὑτὸν ἅπαντας καὶ τῶν Ῥωμαίων στρατιωτῶν ὅσους νεώτερα πράγματα ἤρεσκε.
1.26 καὶ τῆς μὲν ἀρχῆς ὡς μάλιστα ἐπεμελεῖτο, ἀνασώσασθαι δὲ Γότθων τῷ γένει τὸ Ἰταλιωτῶν κράτος ἐν σπουδῇ ἐποιεῖτο.
1.27 κατ’ ἀρχὰς μὲν οὖν οὐ πλέον ἢ χίλιοι αὐτῷ εἵποντο καὶ πόλιν μίαν Τικινὸν εἶχον, κατὰ βραχὺ δὲ προσεχώρησαν αὐτῷ ἅπαντες ὅσοι ἐν τῇ Λιγουρίᾳ καὶ Βενετίαις ἦσαν.
1.28 Ἦν δὲ Ἀλέξανδρός τις ἐν Βυζαντίῳ τοῖς δημοσίοις ἐφεστὼς λογισμοῖς· λογοθέτην τὴν τιμὴν ταύτην ἑλληνίζοντες καλοῦσι Ῥωμαῖοι.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi