Thesauros Edebiyat Tarih Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι Procopius

Kitap 7

9.21 οἵτινες μὲν οὖν ἀνθρώπων ἐς Ῥώμην τὰ βιβλίδια ταῦτα ἐκόμισαν οὐκ ἔχω εἰπεῖν. ἅπαντα γὰρ ἀωρὶ τῶν νυκτῶν ἐν τοῖς διαφανέσι τῆς πόλεως χωρίοις παγέντα, ἐπεὶ ἐγένετο ἡμέρα, ἐγνώσθη· οἱ δὲ τοῦ Ῥωμαίων στρατοῦ ἄρχοντες ὑποψίᾳ πολλῇ ἐς τῶν Ἀρειανῶν τοὺς ἱερέας ἐχόμενοι ἔξω τῆς πόλεως κατεστήσαντο εὐθὺς ἅπαντας.
9.22 Τουτίλας δὲ ταῦτα ἀκούσας μοῖραν μέν τινα τοῦ στρατοῦ πέμψας ἐς Καλαβρίαν ἀποπειράσασθαι τοῦ ἐν Δρυοῦντι φρουρίου ἐπέστελλεν. ἐπεὶ δὲ ὡς ἥκιστά οἱ προσχωρεῖν ἤθελον οἱ φυλακτήριον ταύτῃ ἔχοντες, τοὺς μὲν ἐνταῦθα ἐσταλμένους ἐκέλευεν ἐς πολιορκίαν καθίστασθαι, αὐτὸς δὲ τῷ πλείονι τοῦ στρατοῦ ἐς τὰ ἐπὶ Ῥώμης χωρία ᾔει.
9.23 ταῦτα ἐπεὶ βασιλεὺς ἔμαθεν, ἔς τε ἀμηχανίαν ἐμπέπτωκε καὶ Βελισάριον ἐπὶ Τουτίλαν πέμψαι, καίπερ ἔτι Περσῶν ἰσχυρότατα ἐγκειμένων, ἠνάγκαστο. καὶ ὁ χειμὼν ἔληγε, καὶ τὸ ἔνατον ἔτος ἐτελεύτα τῷ πολέμῳ τῷδε, ὃν Προκόπιος ξυνέγραψεν.
10.1 Οὕτω μὲν Βελισάριος τὸ δεύτερον ἐς Ἰταλίαν ᾔει. ἐπεὶ δὲ στρατιώτας ὡς μάλιστα ὀλίγους εἶχε ʽτοὺς γάρ οἱ ἑπομένους τοῦ ἐν Μήδοις στρατοπέδου ἀποστῆσαι οὐδαμῆ ἴσχυσἐ Θρᾴκην ὅλην περιιὼν χρήματά τε προϊέμενος, ξυνῆγε νέους ἐθελουσίους.
10.2 ξυνῆν δὲ αὐτῷ βασιλέως γνώμῃ καὶ Βιτάλιος ὁ τῶν Ἰλλυριῶν στρατηγός, ἄρτι ἐπανήκων ἐξ Ἰταλίας, οὗ δὴ τοὺς Ἰλλυριοὺς στρατιώτας ἀπολιπὼν ἔτυχεν.
10.3 ἄμφω γοῦν ἐς τετρακισχιλίους ἀγείραντες ἐν Σάλωσιν ἐγένοντο, γνώμην ἔχοντες ἐπὶ Ῥαβέννης τὰ πρῶτα ἰέναι, τὸν δὲ πόλεμον ἐνθένδε ὅπη ἂν δυνατὸν εἴη διενεγκεῖν.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi